filmov
tv
Ἐρχόμενος ὁ Κύριος, Ἰδιόμελα. Κοσμᾶ μοναχοῦ | Μεγάλη Δευτέρα

Показать описание
Ἰδιόμελα. Κοσμᾶ μοναχοῦ.
Ἦχος α´.
Στίχ.: Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἐρχόμενος ὁ Κύριος πρὸς τὸ ἑκούσιον πάθος τοῖς ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ· ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθὼς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις συμπορευθῶμεν αὐτῷ καὶ συσταυρωθῶμεν καὶ νεκρωθῶμεν δι᾿ αὐτὸν ταῖς τοῦ βίου ἡδοναῖς· ἵνα καὶ συζήσωμεν αὐτῷ καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ· οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ διὰ τὸ παθεῖν, ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
#IeraMegistiMoniVatopediou #MegaliDeftera #ChoirofVatopediFathers