ΥΜΝΟΙ ΜΕΓΑΛΗΣ ΔΕΥΤΕΡΑΣ ΕΣΠΕΡΑΣ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΡΙΤΗΣ)

preview_player
Показать описание
Ψάλλει ο Κωνσταντίνος Παπακωνσταντίνου εκ της Μεγάλης Εβδομάδος του Άρχοντος Πρωτοψάλτου της ΜτΧΕ Κωνσταντίνου Πρίγγου:

1.- Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος.

2.- Ὁ Νυμφίος ὁ κάλλει ὡραῖος, παρὰ πάντας ἀνθρώπους, ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν τοῦ νυμφῶνός σου, τὴν δυσείμονά μου μορφήν, τῶν πταισμάτων ἀπαμφίασον, τῇ μεθέξει τῶν παθημάτων σου, καὶ στολὴν δόξης κοσμήσας, τῆς σῆς ὡραιότητος, δαιτυμόνα φαιδρὸν ἀνάδειξον, τῆς Βασιλείας σου ὡς εὔσπλαγχνος.
Рекомендации по теме