27.Α'. Είς Άγιος και Κοινωνικό πλαγίου α', Πρακτική Ψαλμωδία, 04 ΟΚΤ 2023, Γρηγόριος Κ Παπαγιάννης

preview_player
Показать описание
K Σοί - Κύ - ρι - ε-- Π Π Αμή-ν. Π

Κ | Εί-ς Ά γι ο-ς, Β Δ | εί-ς Κύ ρι ο-ς, Π

Π | Ι η σούς Χρι στό-ς, Κ

Κ εις | δό- ξαν Θε ού Πα τρό-ς, Γ Α - μή--ν. Π

ΚΟΙΝΩΝΙΚΟ (Κυριακής)

Π Αι | νεί - τε- Κ Ζ | το -ν Κύ - ρι - ο-ν Κ

Κ | εκ των ου - ρα - νώ--ν. Π΄

Κ Αι | νεί - - - τε - Α αυ τό-ν Κ


Δ ε-ν τοι -ς υ - ψί - - - - - - - στοι-ς. Π

Π Αλ λη λού - - - ι - - - α - -. Π


Παράρτημα

Α. Ψαλμικοί στίχοι για το Κοινωνικό της Κυριακής (απαγγελλόμενοι εμμελώς)

Εκ του 148ου Ψαλμού:
1. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ·
αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
2. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
3. Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
4. Αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν,
αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
5. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
6. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
7. Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.
8. Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
9. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων·
αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.
10. Δόξα. Καὶ νῦν.

Εκ του 149ου Ψαλμού:
1. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
2. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν,
καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
3. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ,
ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
4. Ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Εκ του 150ού Ψαλμού:
5. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ,
αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ.
6. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ,
αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
7. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
8. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
9. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις,
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
10. Δόξα. Καὶ νῦν.

Εκ του 95ου Ψαλμού:
1. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ.
2. ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ,
εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ.
3. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ,
ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.
4. Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστὶν ἐπὶ πάντας τοὺς θεούς.
5. Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ,
ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
6. Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν.
7. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,
ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ.
8. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ,
σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
9. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ,
σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς.
10. Δόξα. Καὶ νῦν.

Εκ του 97ου Ψαλμού:
1. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν Κύριος.
2. Ἐγνώρισεν Κύριος τὸ σωτήριον αὐτοῦ,
ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.
3. Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ.
4. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
5. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε.

Εκ του 99ου Ψαλμού:
6. Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ,
εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
7. Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,
εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις.
8. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, ὅτι χρηστὸς Κύριος.
9. Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.
10. Δόξα. Καὶ νῦν.

Εκ του 112ου Ψαλμού:
1. Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.
2. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
3. Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου.
4. Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
5. Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν
ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ;
6. Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα.
7. Τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ.

Εκ του 116ου Ψαλμού:
8. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
9. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾽ ἡμᾶς,
καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
10. Δόξα. Καὶ νῦν.

Εκ του 134ου Ψαλμού:
1. Αἰνεῖτε τὸ ὄνομα Κυρίου,
Рекомендации по теме