«ΚΥΡΙΕ, ἡ ἐν πολλαῖς ἁμαρτίαις» - δοξαστικό Κασσιανής

preview_player
Показать описание
ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ (Μεγάλη Τρίτη Ἑσπέρας)
Δόξα... Καὶ νῦν Αποστίχων. Ἦχος πλ. δ'

Ποίημα Κασσιανὴς Μοναχῆς
μέλος συντμηθέν υπό Κ. Πρίγγου

📜
ΚΥΡΙΕ, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή,
τὴν σὴν αἰσθομένη Θεότητα,
μυροφόρου ἀναλαβοῦσα τάξιν,
ὀδυρομένη μύρα σοι
πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει.
Οἴμοι! λέγουσα, ὅτι νύξ μοι, ὑπάρχει,
οἶστρος ἀκολασίας,
ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας.
Δέξαι μου τὰς πηγὰς τῶν δακρύων,
ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ·
κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας,
ὁ κλίνας τοὺς οὐρανούς, τῇ ἀφάτῳ σου κενώσει·
καταφιλήσω τοὺς ἀχράντους σου πόδας,
ἀποσμήξω τούτους δὲ πάλιν,
τοῖς τῆς κεφαλῆς μου βοστρύχοις,
ὧν ἐν τῷ Παραδείσῳ Εὔα τὸ δειλινόν,
κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη.
Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους,
τίς ἐξιχνιάσει, ψυχοσῶστα Σωτήρ μου;
Μή με τὴν σὴν δούλην παρίδῃς,
ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.

🙤
____________________
Ψάλλουν: δεξιός & αριστερός χορός
Ι.Ν. Αγίας Παρασκευής Ηλιουπόλεως
Рекомендации по теме
Комментарии
Автор

Τέλεια απόδοση! Ευχαριστούμε!
Να'στε ευλογημένοι!

orthodoxiakritis