filmov
tv
ΘΕΟΜΗΤΟΡΟΣ ▸ ΣΑΒΒΑΤΟ 11/1/2025 ✥ ΟΡΘΡΟΣ κ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Показать описание
Σάββατον μετὰ τὰ Φῶτα. Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου (†529). Τοῦ Ἁγίου Νεομάρτυρος Νικηφόρου, τοῦ ἐκ Κριτσᾶς.
Ἦχος πλάγιος α’. Τὸν συνάναρχον Λόγον.
Ἀρεταὶς θεοσδότοις ἐκλάμψας ὅσιε, Μοναστικῆς πολιτείας ὤφθης λαμπρὸς χαρακτήρ, καὶ φωστὴρ θεοειδὴς Πάτερ καὶ ἔξαρχος, Θεοδόσιε σοφέ, τῶν Ἀγγέλων μιμητά, θεράπων ὁ τῆς Τριάδος ἣν ἐκδυσώπει ἀπαύστως,ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν γενναῖον ὁπλίτην Νικηφόρον τιμήσωμεν, τὸν καρτερικὸν στρατιώτην, καὶ Χριστοῦ φίλον γνήσιον, τῆς πίστεως λαμπτῆρα τὸν φαιδρόν, καὶ πλάνης καθαιρέτην θαυμαστόν, δι’ ἀγχόνης τελειώσαντα εὐκλεῶς, τὸν δρόμον τοῦ μαρτυρίου, αἴγλῃ τὸν ἐντρυφῶντα νοερᾷ, πίστει αὐτῷ κραυγάζοντες· μέμνησο τῶν τελούντων σου ἀεί, μνήμην τὴν εὔσημον.
Ἦχος α’.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γάρ Γεννήτορος ἡ φωνή προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱόν ὀνομάζουσα· καί τό Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τό ἀσφαλές. Ὁ ἐπιφανείς Χριστέ ὁ Θεός, καί τόν κόσμον φωτίσας δόξα σοι.
═════════⊹⊱≼ Ἀπολυτίκιον τῆς Κοιμήσεως τῆς Θεοτόκου ≽⊰⊹═════════
Ἦχος α’
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες
Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς
πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
═══════════════════⊹≼ Ἀπολυτίκια ≽⊹═════════════════════
Ἁγίου Νεκταρίου Μητροπολίτου Πενταπόλεως
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα
ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα
Χριστοῦ, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπὰς τοῖς εὐλαβῶς κραυγάζουσι.
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυματώσαντι, δόξα τῷ ἐνεργοῦντι
διὰ σοῦ πᾶσιν ἰάματα.
Ἅγιοι Ραφαήλ, Νικόλαος, Εἰρήνη καὶ οἱ σὺν αὐτοῖς
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν
Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαὴλ θεοφόρε,
ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ
πρέσβεις πρὸς Κύριον.
───────────────────────༺♰༻────────────────────────