Οίμοι ο Αδάμ, ιδιόμελο Τριωδίου (Κυριακής Τυρινής): Ψάλλει ο Κωνσταντίνος Παπακωνσταντίνου

preview_player
Показать описание
Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν,
ὅτι ὄφις καὶ γυνή, θεϊκῆς παρρησίας με ἔξωσαν,
καὶ Παραδείσου τῆς τρυφῆς ξύλου βρῶσις ἡλλοτρίωσεν.
Οἴμοι! οὐ φέρω λοιπόν τ ὸ ὄ ν ε ι δ ο ς,
ὁ ποτὲ βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ,
νῦν αἰχμάλωτος ὤφθην, ὑπὸ μιᾶς
ἀ θ έ σ μ ο υ σ υ μ β ο υ λ ῆ ς,
καὶ ὁ ποτὲ δόξαν ἀθανασίας ἠμφιεσμένος,
τῆς νεκρώσεως τὴν δοράν, ὡς θνητὸς ἐλεεινῶς περιφέρω.
Οἴμοι! τ ί ν α τ ῶ ν θ ρ ή ν ω ν συνεργάτην ποιήσομαι;
Ἀλλὰ σὺ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με,
εὐσπλαγχνίαν φορέσας, τῆς δουλείας τ ο ῦ ἐ χ θ ρ ο ῦ,
ἀνακάλεσαι καὶ σῶσόν με.
Рекомендации по теме