Κυριακή του Θωμά 1979 Αίνοι και Δόξα ΠΕΡΙΣΤΕΡΗΣ ΤΖΕΛΑΣ

preview_player
Показать описание

Рекомендации по теме
Комментарии
Автор

τετοια μαθηματα πρεπει να δημοσιοποιουνται. μπραβο κ. χριστοδουλου.

ΠαναγιώτηςΧατζής-λο
Автор

Στὸ "Πεντηκοστάριον" ἀναφέρεται: "Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ ἀπὸ τοῦ Πάσχα, τὰ ἐγκαίνια ἑορτάζομεν τῆς Χριστοῦ Ἀναστάσεως, καὶ τὴν τοῦ ἁγίου Ἀποστόλου Θωμᾶ ψηλάφησιν". Σχετικὰ δὲ μὲ τὰ "ἐγκαίνια" σημειώνεται: "Τὰ μὲν οὖν ἐγκαίνια ἔθιμον ἦν ἀρχαῖον γίγνεσθαι εἴς τι τῶν ἐπισήμων. τοῦ γὰρ χρόνου ἀνακυκλοῦντος καὶ τὴν αὐτὴν ἡμέραν, καθ' ἣν τότε διεπράχθη, ἐπάγοντος, τοῦ πράγματος ἐκείνου μνείαν ἐποιοῦντο ἐτήσιον, ἵνα μὴ εἰς λήθην τὰ μεγάλα τῶν ἔργων γένοιντο. (...) Ἐπεὶ οὖν πάντων τῶν ἐν βίῳ πραγμάτων διαφερόντως μέγιστον, καὶ ὑπὲρ πᾶσαν ἔννοιαν, ἡ τοῦ Κυρίου Ἀνάστασις ἔργον, οὐ μόνον κατ' ἔτος αὐτὴν ἑορτάζομεν καὶ ἐγκαινίζομεν, ἀλλ' ἀεὶ καὶ μεθ' ἡμέρας ὀκτώ. Πρῶτος τοίνυν ταύτης ἐγκαινισμὸς ἡ παροῦσα Κυριακή, ἥτις λέγοιτ' ἂν καὶ ὀγδόη καὶ πρώτη· ὀγδόη μὲν ὡς ἀπὸ τοῦ Πάσχα, πρώτη δὲ ὡς ἀρχὴ τῶν ἄλλων".

ΓιώργοςΛουπάσης
Автор

Στιχηρὰ τῶν Αἴνων:

Μετὰ τὴν ἐκ Τάφου σου φρικτήν, Ζωοδότα, Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστέ, τοῦ μνήματος, οὕτω κεκλεισμένων θυρῶν εἰσελήλυθας πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου χαροποιῶν αὐτοὺς καὶ εὐθές σου παρεχόμενος τούτοις Πνεῦμα δι' ἄμετρον ἔλεος.

Θωμᾶς, ὁ καὶ Δίδυμος, οὐκ ἦν ἐνδημῶν, ἡνίκα σὺ τοῖς Μαθηταῖς ὤφθης, Κύριε· ὅθεν ἠπίστησε τῇ σῇ Ἀναστάσει καὶ τοῖς κατιδοῦσί σε ἐβόα· εἰ μὴ βάλω τὸν δάκτυλον εἰς τὴν πλευρὰν αὐτοῦ καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύσω ὅτι ἐξεγήγερται.

Ὡς θέλεις ψηλάφησον, Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα καὶ γεῶδες σῶμα· καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι· ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος σὺ ὑπάρχεις· δόξα τῇ Ἐγέρσει σου.

Δοξαστικόν

Μεθ' ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς σου, Ἰησοῦ βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου κεκλεισμένων τῶν θυρῶν τὴν εἰρήνην σου παρεχόμενος· καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. δεῦρο, ψηλάφησον τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τὴν ἀκήρατόν μου πλευράν· ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

ΓιώργοςΛουπάσης