Ύμνος Πρόκλου - Εις Αθηνά πολυμήτιν

preview_player
Показать описание
Ύμνος Πρόκλου - Εις Αθηνά πολυμήτιν
Proclus's hymn to Athena Polymitin
Μουσική - ΟΡΦΕΥΣ
Απαγγελία - Κωνσταντίνος Πετρίδης

Κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἡ γενετῆρος πηγῆς ἐκπροθοροῦσα καὶ ἀκροτάτης ἀπὸ σειρῆς· ἀρσενόθυμε, φέρασπι, μεγασθενές, ὀβριμοπάτρη, Παλλάς, Τριτογένεια, δορυσσόε, χρυσεοπήληξ, κέκλυθι· δέχνυσο δ᾽ ὕμνον ἐύφρονι, πότνια, θυμῷ, μηδ᾽ αὔτως ἀνέμοισιν ἐμόν ποτε μῦθον ἐάσῃς, ἡ σοφίης πετάσασα θεοστιβέας πυλεῶνας καὶ χθονίων δαμάσασα θεημάχα φῦλα Γιγάντων· ἣ πόθον Ἡφαίστοιο λιλαιομένοιο φυγοῦσα παρθενίης ἐφύλαξας ἑῆς ἀδάμαντα χαλινόν· ἣ κραδίην ἐσάωσας ἀμιστύλλευτον ἄνακτος αἰθέρος ἐν γυάλοισι μεριζομένου ποτὲ Βάκχου Τιτήνων ὑπὸ χερσί, πόρες δέ ἑ πατρὶ φέρουσα, ὄφρα νέος βουλῇσιν ὑπ᾽ ἀρρήτοισι τοκῆος ἐκ Σεμέλης περὶ κόσμον ἀνηβήσῃ Διόνυσος· ἧς πέλεκυς, θήρεια ταμὼν προθέλυμνα κάρηνα, πανδερκοῦς Ἑκάτης παθέων ηὔνησε γενέθλην· ἣ κράτος ἤραο σεμνὸν ἐγερσιβρότων ἀρετάων· ἣ βίοτον κόσμησας ὅλον πολυειδέσι τέχναις δημιοεργείην νοερὴν ψυχαῖσι βαλοῦσα· ἣ λάχες ἀκροπόληα καθ᾽ ὑψιλόφοιο κολώνης, σύμβολον ἀκροτάτης μεγάλης σέο, πότνια, σειρῆς· ἣ χθόνα βωτιάνειραν ἐφίλαο, μητέρα βίβλων, πατροκασιγνήτοιο βιησαμένη πόθον ἱρόν, οὔνομα δ᾽ ἄστεϊ δῶκας ἔχειν σέο καὶ φρένας ἐσθλάς· ἔνθα μάχης ἀρίδηλον ὑπὸ σφυρὸν οὔρεος ἄκρον σῆμα καὶ ὀψιγόνοισιν ἀνεβλάστησας ἐλαίην, εὖτ᾽ ἐπὶ Κεκροπίδῃσι Ποσειδάωνος ἀρωγῇ μυρίον ἐκ πόντοιο κυκώμενον ἤλυθε κῦμα, πάντα πολυφλοίσβοισιν ἑοῖς ῥεέθροισιν ἱμάσσον. κλῦθί μευ, ἡ φάος ἁγνὸν ἀπαστράπτουσα προσώπου· δὸς δέ μοι ὄλβιον ὅρμον ἀλωομένῳ περὶ γαῖαν, δὸς ψυχῇ φάος ἁγνὸν ἀπ᾽ εὐιέρων σέο μύθων καὶ σοφίην καὶ ἔρωτα· μένος δ᾽ ἔμπνευσον ἔρωτι τοσσάτιον καὶ τοῖον, ὅσον χθονίων ἀπὸ κόλπων αὖ ἐρύσῃ πρὸς Ὄλυμπον ἐς ἤθεα πατρὸς ἐῆος. εἰ δέ τις ἀμπλακίη με κακὴ βιότοιο δαμάζει— οἶδα γάρ, ὡς πολλοῖσιν ἐρίχθομαι ἄλλοθεν ἄλλαις πρήξεσιν οὐχ ὁσίαις, τὰς ἤλιτον ἄφρονι θυμῷ—, ἵλαθι, μειλιχόβουλε, σαόμβροτε, μηδέ μ᾽ ἐάσῃς ῥιγεδαναῖς Ποιναῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι κείμενον ἐν δαπέδοισιν, ὅτι τεὸς εὔχομαι εἶναι. δὸς γυίοις μελέων σταθερὴν καὶ ἀπήμον᾽ ὑγείην, σαρκοτακῶν δ᾽ ἀπέλαυνε πικρῶν ἀγελάσματα νούσων, ναί, λίτομαι, βασίλεια, καὶ ἀμβροσίῃ σέο χειρὶ παῦσον ὅλην κακότητα μελαινάων ὀδυνάων. δὸς βιότῳ πλώοντι γαληνιόωντας ἀήτας, τέκνα, λέχος, κλέος, ὄλβον, ἐυφροσύνην ἐρατεινήν, πειθώ, στωμυλίην φιλίης, νόον ἀγκυλομήτην, κάρτος ἐπ᾽ ἀντιβίοισι, προεδρίην ἐνὶ λαοῖς. κέκλυθι, κέκλυθ᾽, ἄνασσα· πολύλλιστος δέ σ᾽ ἱκάνω χρειοῖ ἀναγκαίῃ· σὺ δὲ μείλιχον οὖας ὑπόσχες.
Рекомендации по теме
Комментарии
Автор

Έχετε έναν πραγματικά μαγικό τρόπο να μιλάτε όχι, μόνο στους θεούς αλλά και στις δικές μας καρδιές! Το έργο σας είναι Θεόπνευστο!

Dionysia_V
Автор

Έρρωσθε και Ευδαιμονείτε, από την Όμορφη Ρόδο!🇬🇷♾🏛🫒🏺

iraklisantoniou
Автор

🇬🇷⚡❤️ΗΘΟΝΟ'ΕΣΣΑΣ ❤️⚡🇬🇷
Καλεί η Πατρίδα σου ΙΛΑ-ΤΙΚΗ!!!!

Katy-tjrr