Ὕμνοι εἰς τὴν τοῦ Χριστοῦ Γέννησιν - Ελληνική Βυζαντινή Χορωδία

preview_player
Показать описание
Ὕμνοι εἰς τὴν τοῦ Χριστοῦ Θείαν Γέννησιν
Ψάλλει η Ελληνική Βυζαντινή Χορωδία
Διευθύνει ο αείμνηστος Άρχων Πρωτοψάλτης της Αγιωτάτης Αρχιεπισκοπής Κωνσταντινουπόλεως Λυκούργος Αγγελόπουλος

Ἀπολυτίκιον Ἦχος δ´.
Ἡ γέννησίς σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν· Κύριε δόξα σοι.

Κάθισμα Ἦχος δ´ (Νενανώ)
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός· ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ· ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον· Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

Ἐξαποστειλάριον Ἦχος γ´.
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.

Κοντάκιον Ἦχος γ´. Αὐτόμελον.
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει,
καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει.
Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι.
Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι.
Δι᾿ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον,
ὁ πρὸ αἰώνων Θεός.
Рекомендации по теме
Комментарии
Автор

να ειμαστε καλά να τον θυμόμαστε για παντα... Χρόνια πολλά :)

GeorgeAchillias