Δοχειαρίτες 'Α' & Γ' Ωδές Γοργοϋπηκόου' Ήχοι δ',πλ.δ'

preview_player
Показать описание

Ψέλνουν ο Γέροντας Αμφιλόχιος και ο π.Θεόκτιστος Δοχειαρίτες τις Ωδές Α' και Γ' του Όρθρου της εορτής της Γοργοϋπηκόου σε Ήχους δ' (α' Κανών) & πλ.δ' (β' Κανών).Ηχογράφηση από την Αγρυπνία της Παναγίας της Γοργοϋπηκόου στην Πανηγυρίζουσα Ι.Μ.Δοχειαρίου (2021).

Κανὼν Πρῶτος. Οὗ ἡ ἀκροστιχίς: Γοργοϋπηκόου τὴν χάριν αἰνέσω. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος Α´. Ὁ εἱρμός. Ἀνοίξω τὸ στόμα μου.

Γαλήνης τὸν πρύτανιν, Γοργοϋπήκοε τέξασα, εἰρήνην καὶ ἄφεσιν, βλύσον μοι ἄνωθεν, καὶ καταύγασον, τὸν νοῦν μου Θεοτόκε, ὡς ἄν Σοι ἐπάξιον, μέλψω ἐφύμνιον.

Ὁ πλήρης τῆς δόξης Σου, ζωαρχικώτατος Ἄχραντε, χειμάῤῥους ἀπέσταξε, τῇ σῇ Εἰκόνι τερπνῶς· ὅθεν
πάντοτε, πηγὰς ζωοδωρήτους, βλυστάνει τῇ ποίμνῃ Σου, Γοργοϋπήκοε.

Ῥημάτων Σου Δέσποινα, μὴ συνιεὶς τὸ ἐπάγγελμα, ὁ ἤδη γευσάμενος, τῆς σῆς παιδεύσεως, ἀναδέδεικται, αὐτόπτης καὶ θεράπων, τῆς αὐτεπαγγέλτου Σου,
ἐπισκιάσεως.

Γνωστῶς τεθεάμεθα, ὡς ὁ Μωσῆς ὁ θεόληπτος, τὴν Σὴν φωτοφάνειαν, ὥσπερ ἐν βάτῳ πυρός, κατ᾿ ἐνώπιον,
τῆς θείας Σου Εἰκόνος, ἑστῶτες καὶ ψάλλοντες, τὰς δυναστείας Σου.

Κανὼν Δεύτερος, οὗ ἡ Ἀκροστιχίς: Σὺ εἶ Γοργοϋπήκοε ἡμῶν σκέπη. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.

Σωτηριώδους εὐδοκίας Ἄχραντε, καὶ ἀποῤῥήτου βουλῆς, θησαυρὸς ἐδείχθης, ὡς καλὴ καὶ ἄμωμος· ὅθεν σκήνωμα πάγκαλον, τοῦ ἀΰλου φωτός Σου, τὸ σὸν
εἰργάσω Ἐκτύπωμα, αἴγλην ἀπαυγάζον χρηστότητος.

Ὑπερεκβλύζει ὡς πηγὴ ἀκένωτος, θαυματοβρύτους ῥοάς, Κεχαριτωμένη, μόνη Παντευλόγητε, ἡ θεαυγὴς
Ἐμφέρεια, τῆς ἀχράντου Μορφῆς Σου, καὶ καταρδεύει ταῖς χάρισι, Κόρη τὸν ἀπόλεκτον κλῆρόν Σου.

Ἐπαγγελίας ὁσημέραι Δέσποινα, τῆς πρὸς ἡμᾶς Σου Ἁγνή, τὰς ἀγαθοδότους, δωρεὰς δρεπόμενοι, ἑόρτιόν Σοι
αἴνεσιν, κατὰ χρέος κροτοῦμεν, καὶ χαρμοσύνως γεραίρομεν, τὰ ὑπερφυῆ Σου θαυμάσια.

Στερoτύπως ἡ φαιδρὰ Ἐμφέρεια, τῆς σῆς Εἰκόνος Ἁγνή, ἀφανῶς γραφεῖσα, ἐμφανῶς ἐξέλαμψεν, ὥσπερ
σελήνη πάμφωτος, καὶ ἠὼς γλυκύτατη, ἐν τῇ Μονῇ ὡς ηὐδόκησας, τοῦ Δοχειαρίου Πανάμωμε.

Καταβασία. Ἀνοίξω το στόμα μου.

Κανὼν Πρῶτος. Ὠδὴ γ’. Ὁ Εἱρμός. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.

Ὁ λόγος Σου ἴαμα ἐδείχθη, ὡς δρόσος Ἁγνὴ ἑωθινή, τῷ παιδευθέντι Δέσποινα, τῇ ῥάβδῳ τῶν κριμάτων Σου· τὸ
γὰρ ὁρᾶν ἀπέλαβε, καὶ τὴν Σὴν χάριν ἐκήρυττεν.

Ἐφάψασα οἵα περ λυχνίαν, ἑπτάφωτον ὄντως καὶ λαμπράν, τὴν ἱερὰν Εἰκόνα Σου, φωταγωγεῖς τοῖς θαύμασι, τὴν Ἐκκλησίαν ἅπασαν, Γοργοϋπήκοε
Δέσποινα.

Πλήρης ἀγαθῶν πλήρης ἐλπίδος, πλήρης εὐσπλαγχνίας καὶ στοργῆς, ἡ θεία Σοῦ ὑπόσχεσις, πέλει
Γοργοϋπήκοε, τοῖς ἀφορῶσι πάντοτε, τῇ ἀρωγῇ τῆς προνοίας Σου.

Ἡ χάρις τῆς θείας Σου Εἰκόνος, διέδραμεν ὥσπερ ἀστραπή, εἰς τὰ τοῦ κόσμου πέρατα, ἀῤῥώστους θεραπεύουσα, καὶ τὰς ἀτέκνους Ἄχραντε, εὐτέκνους ἀποδεικνύουσα.

Κανὼν Δεύτερος. Ὁ στερεώσας κατ ἀρχάς.

Γνόφῳ ἀΰλῳ καλυφθείς, τῆς θείας ἐπισκοπῆς σου, ὁ αὐτήκοος τῶν σῶν προσρημάτων, πορθμευτὴς διαφανής,
τῆς πρὸς ἡμᾶς Σου γέγονεν, ἀμάχου προστασίας, Παρθένε Γοργοϋπήκοε.

Οἱ ὀφθαλμοί Σου γραφικῶς, ὡς Ἐσεβὼν δύο λίμναι, οἰκτιρμῶν πεπληρωμένοι ὁρῶνται, καὶ τὰ χείλη Σου Ἁγνή, ὥσπερ σπαρτίον κόκκινον, εἰρήνην αἰωνίαν,
Γοργοϋπήκοε φθέγγονται.

Ῥαγεῖσα Κόρη μυστικῶς, τῇ ῥάβδῳ τῆς χάριτός Σου, ὡς τερπνὴ καὶ πνευματέμφορος πέτρα, ἡ ἁγία Σου Εἰκών, ὡς ὕδωρ ζῶν ἁλλόμενον, ἰάσεων τὰ ῥεῖθρα, , ἀναβλυστάνει τοῖς πέρασι.

Γέρας καὶ στέφος χρυσαυγές, τὸ σὸν Ὁμοίωμα Κόρη, ἡ Μονὴ Δοχειαρίου πλουτοῦσα, εἰς ὀσμὴν μύρων τῶν σῶν,
ἀπαύστως προσανέχουσα, τῷ πόθῳ καρδιοῦται, τῆς σῆς θερμῆς ἀγαπήσεως.

Καταβασία. Τούς Σούς ὑμνολόγους, Θεοτόκε.
Рекомендации по теме