filmov
tv
Ακολουθία Προοιμιακής Προσευχής - Πρωινή προσευχή - Ο Πέτρος Γαϊτάνος διαβάζει το Προσευχητάρι

Показать описание
Βρείτε τον Πέτρο Γαϊτάνο στα:
Πρωινή προσευχή
Ἀκολουθία Προοιμιακῆς Προσευχῆς
1. Δι’ εὐχῶν
2. Βασιλεῦ οὐράνιε
3. Τρισάγιον
4. Πάτερ ἡμῶν
5. Ἐξεγερθέντες τοῦ ὕπνου
6. Τῆς κλίνης καὶ τοῦ ὕπνου
7. ‘Αθρόον ὁ Κριτής ἐπελεύσεται
8. Εὐχή Εὐχαριστήριος
9. Εὐχή ἑτέρα
Ἀκολουθία Προοιμιακῆς Προσευχῆς
1. Δι’ εὐχῶν
Δι ευχών των Αγίων Πατέρων ημών Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον ημάς. Αμήν.
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
2. Βασιλεῦ οὐράνιε
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
3. Τρισάγιον
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
4. Πάτερ ἡμῶν
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Δι ευχών των αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, ελέησον ημάς. Αμήν.
5. Ἐξεγερθέντες τοῦ ὕπνου
Εξεγερθέντες του ύπνου, προσπίπτομέν σοι, αγαθέ, και των Αγγέλων τον ύμνον βοώμεν σοι, δυνατέ· Άγιος, άγιος, άγιος ει ο Θεός· δια της Θεοτόκου ελέησον ημάς.
6. Τῆς κλίνης καὶ τοῦ ὕπνου
Δόξα.
Της κλίνης και του ύπνου εξεγείρας με, Κύριε, τον νουν μου φώτισον, και την καρδίαν και τα χείλη μου άνοιξον, εις το υμνείν σε, αγία Τριάς· Άγιος, άγιος, άγιος ει Θεός· δια της Θεοτόκου ελέησον ημάς.
7. ‘Αθρόον ὁ Κριτής ἐπελεύσεται
Και νυν.
Αθρόον ο Κριτής επελεύσεται, και εκάστου αι πράξεις γυμνωθήσονται· αλλά φόβω κράξωμεν εν τω μέσω της νυκτός Άγιος, άγιος, άγιος ει Θεός· δια της Θεοτόκου ελέησον ημάς.
8. Εὐχή πρώτη
Κύριε ελέησον (ιβ')
Εκ του ύπνου εξανιστάμενος ευχαριστώ σοι αγία Τριάς, ότι δια την πολλήν σου αγαθότητα και μακροθυμίαν ουκ ωργίσθης εμοί τω ραθύμω και αμαρτωλώ ουδέ συναπώλεσάς με ταις ανομίαις μου, αλλ' εφιλανθρωπεύσω συνήθως, και προς απόγνωσιν κείμενον ήγειράς με, εις το ορθρίσαι και δοξολογήσαι το κράτος σου. Και νυν φώτισαν μου τα όμματα της διανοίας· άνοιξόν μου το στόμα, του μελετάν τα λόγιά σου καί συνιέναι τας εντολάς σου και ποιείν το θέλημά σου και ψάλλειν σοι εν εξομολογήσει καρδίας και ανυμνείν το πανάγιον όνομά σου, του Πατρός και του Υιού και του αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
9. Εὐχή δευτέρα
Δόξα σοι, βασιλεύ, Θεέ παντοκράτορ, ότι τη θεία σου καί φιλανθρώπω προνοία ηξίωσάς με τον αμαρτωλόν και ανάξιον εξ ύπνου αναστήναι και τυχείν της εισόδου του αγίου σου οίκου.
Δέξαι, Κύριε, και την φωνήν της δεήσεώς μου, ως των αγίων και νοερών σου δυνάμεων και ευδόκησον εν καρδία καθαρά και πνεύματι ταπεινώσεως, προσενεχθήναι σοι την εκ των ρυπαρών χειλέων μου αίνεσιν, όπως καγώ κοινωνός γένωμαι των φρονίμων παρθένων, εν φαιδρά λαμπηδόνι της ψυχής μου, και δοξάζω σε, τον εν Πατρί και Πνεύματι δοξαζόμενον θεόν Λόγον. Αμήν.
© Petros Gaitanos
Комментарии