Τον ήλιον κρύψαντα, πλ.α΄, Ρωμανός ο Μελωδός 2019

preview_player
Показать описание
Τον ήλιον κρύψαντα, ιδιόμελο ψαλλόμενο κατά την περιφορά του Επιταφίου, πλ.α΄
Συναυλία με ύμνους Μεγάλης Εβδομάδος
Ι.Ναός Απ.Πέτρου & Παύλου, 19/04/19
Εκκλ.Χορωδία Ιεράς Μητροπόλεως Λεμεσού
«Ρωμανός ο Μελωδός»
Χοράρχης: Πρωτ.Νικόλαος Λυμπουρίδης

Για μουσικό κείμενο πατήστε εδώ:
Рекомендации по теме
Комментарии
Автор

Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτῖνας καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαῤῥαγὲν τῷ τοῦ Σωτῆρος θανάτῳ ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει λέγων• Δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ. Δός μοι τοῦτον τόν ξένον, ὃν ὁμόφυλοι μισοῦντες θανατοῦσιν ὡς ξένον. Δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν τοῦ θανάτου τὸ ξένον. Δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχοὺς καὶ τοὺς ξένους. Δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ. Δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ. Δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ μήτηρ ὁρῶσα νεκρωθέντα, ἐβόα• Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ σῇ ἀναστάσει θαῤῥοῦσα μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον ὁ εὐσχήμων λαμβάνει τοῦ Σωτῆρος τὸ σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ κατέθετο ἐν τάφῳ τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.

ΒυζαντινόςΙεροψάλτης