filmov
tv
Καταβασίες του Πάσχα. Σταυρουλάκης Μανώλης- Λέκκας Κωνσταντίνος

Показать описание
Αργές καταβασίες του Πάσχα. Ψάλλουν οι Κωνσταντίνος Λέκκας λαμπαδάριος Ιερού ναού Αγίου Νικολάου κάτω Πατησίων (οδού Αχαρνών) και Μανώλης Σταυρουλάκης λαμπαδάριος Ιερού Ναού Αγίου Δημητρίου Ασπροπύργου.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί· πάσχα Κυρίου πάσχα. Ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγό- νου τερατουργούμενον, ἀλλ ̓ ἀφθαρσίας πηγήν, ἐκ τά- φου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ ̓ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Κατῆλθες, ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέ- τριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέ- στης τοῦ τάφου.
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄν- θρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν σαββά- των, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυ- ρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· ἁγνὴ Παρθένε χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε· ὁ σὸς Υἱὸς ἀνέστη τριήμε- ρος ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δό- ξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ακολουθήστε:

Комментарии