filmov
tv
Η Σμύρνη των Αγίων - Βυζαντινή Χορωδία ΧΦΔ

Показать описание
Μελωδικό αφιέρωμα στους Αγίους της Σμύρνης
Βυζαντινή Χορωδία «Χριστιανικής Φοιτητικής Δράσης»
Βυζαντινό & Χριστιανικό Μουσείο Αθηνών - 29/4/2023
Από την εποχή της πρώτης Εκκλησίας μέχρι και τις μέρες μας, η Σμύρνη υπήρξε μία «μήτρα» αγίων. Σε αυτούς τους «επίγειους αγγέλους» της Σμύρνης είναι αφιερωμένοι οι ύμνοι που απέδωσε η βυζαντινή χορωδία της «Χριστιανικής Φοιτητικής Δράσης» στο Βυζαντινό και Χριστιανικό Μουσείο Αθηνών στο πλαίσιο της έκθεσης «Η Σμύρνη στις αρχές του 20ού αιώνα μέσα από τα μάτια του βυζαντινολόγου Γεωργίου Λαμπάκη».
ΜΕΛΗ ΧΟΡΩΔΙΑΣ
Ιωάννης Βέρροιος, Νικόλαος Γκέλιας, Χρήστος Γκίνης, Γεώργιος Ζαφειρέλης, Χριστόδουλος Ζαφειρέλης, Ηλίας Κόρδας, Ιωάννης Λαγουρός, Σπυρίδων Παγάνης, Χρήστος Παγάνης, Νικόλαος Παπαναστασίου, Χριστόφορος Παστάκας, Νικόλαος Σταύρου, Ευάγγελος Τζεφριός, Βασίλειος Τσαντάνης, Σπυρίδων Φραγκίσκος
ΧΟΡΑΡΧΗΣ
Ευάγγελος Σακελλαρίου
ΑΦΗΓΗΣΗ: Χρυσοβαλάντης Ευαγγελίου
Ευχαριστούμε θερμά τον κ. Πέτρο Μπουτκοβαλή για τη μελοποίηση του ιδιόμελου της Λιτής του αγίου Χρυσοστόμου και του δοξαστικού των Αίνων του οσίου Δανιήλ.
00:00 ΕΙΣΑΓΩΓΗ
00:48 Ἀπολυτίκιον τοῦ Πάσχα.
Ἦχος πλ. α΄.
Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος.
01:42 Α΄ ΟΙ ΠΡΩΤΟΙ ΑΓΙΟΙ ΤΗΣ ΣΜΥΡΝΗΣ
02:38 Κυριακή τῆς Σαμαρείτιδος. Δοξαστικὸν Ἀποστίχων.
Ἦχος πλ. δ΄.
Ὡς ὤφθης ἐπὶ γῆς, Χριστὲ ὁ Θεός, δι᾿ ἄφατον οἰκονομίαν, ἀκούσασα ἡ Σαμαρεῖτις τοῦ λόγου σου τοῦ φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει· Δεῦτε, ἴδετε καρδιογνώστην, μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.
06:12 Ὁσίου Βουκόλου. Στιχηρὸν προσόμοιον ἑσπερινοῦ.
Ἧχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Ὀρθοδόξων τὸν πρόμαχον καὶ τῆς Σμύρνης θεόσοφον Ἱεράρχην, ᾄσμασιν εὐφημήσωμεν, ὅτι τον δρόμον τετέλεκε, τὴν πίστιν τετήρηκε καὶ ἐδείχθη ἀληθῶς εὐσεβείας διδάσκαλος, ἱκετεύει τε τοῦ σωθῆναι, πρεσβεύων τῷ Κυρίῳ, τὰς ψυχὰς τῶν ἀνυμνούντων Τριάδος μίαν Θεότητα.
08:13 Ἁγίου Πολυκάρπου. Δοξαστικὸν ἑσπερινοῦ.
Ἧχος πλ. β΄.
Σήμερον τῇ Ἐκκλησίᾳ ἀνέτειλεν ἡ τοῦ Ἱερομάρτυρος Πολυκάρπου μνήμη, ὡς ἀστὴρ φαεινός· πᾶσι γὰρ παρέχει φῶς ἐν ταῖς τρίβοις κατὰ Δαβίδ, καὶ πάντας διεγείρει βοᾶν πρὸς αὐτόν· χαίροις Αποστολικῆς χάριτος κοινωνός καὶ Εὐαγγελικῆς διδασκαλίας ὄργανον· χαίροις τῆς ἐν Σμύρνη Εκκλησίας λύχνος τηλαυγής, πανταχοῦ ἀποστίλβων μαρμαρυγὰς σωτηριώδεις· χαίροις ὁ ἐν γήρατι τελέσας στερροτάτω φρονήματι μαρτυρίου τὸν καλὸν ἀγῶνα. Αλλ᾿ ὡς τῷ θρόνῳ τοῦ Χριστοῦ παριστάμενος, Ἱεράρχα καὶ Μάρτυς ἔνδοξε, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
11:57 Β΄ ΝΕΟΜΑΡΤΥΡΕΣ ΤΗΣ ΣΜΥΡΝΗΣ
12:51 Ἁγίου μάρτυρος Δήμου. Κανών.
ᾨδὴ γ΄. Ἧχος α΄. Στερεωθήτω ἡ καρδία μου...
Ἐν Σμύρνῃ Μάρτυς ἠνδραγάθησας καὶ ἐχθροῦ τὸ θράσος συνέτριψας, Δῆμε γενναῖε Ἀθλητά, τῇ δυνάμει τῆς πίστεως· διὰ τοῦτο ἐπαξίως σου τὴν μνήμην γεραίρομεν.
Δήμοις Μαρτύρων συνηρίθμησαι, ὡς αὐτῶν ἐν πᾶσιν ὁμότροπος καὶ ἐν ἀγῶσι ἱεροῖς, Μάρτυς Δῆμε, ἐφάμιλλος· μεθ᾿ ὧν πρέσβευε δεόμεθα ὑπὲρ τῶν τιμώντων σε.
ᾘσχύνθη Μάρτυς τῇ ἀθλήσει σου ὁ ἐχθρὸς εἰς τέλος καὶ πέπτωκε· σὺ γὰρ στερρότητι ψυχῆς τὸν ἀγῶνα διήνυσας, ἀφειδήσας τῶν τοῦ σώματος ποινῶν καὶ στρεβλώσεων.
Θεοτοκίον.
Μήτηρ ἐδείχθης ἀπειρόγαμος καὶ παρθένος ἔμεινας ἄφθορος· ὁ γὰρ ἐκ σοῦ τεχθεὶς Θεός μεγαλεῖα εἰργάσατο ἐν σοί, Κόρη, ὡς ηὐδόκησεν ὁ μόνος Φιλάνθρωπος.
14:32 Ἁγίου Χρυσοστόμου. Ἰδιόμελον Λιτῆς.
Ἦχος β΄.
Τοῦ ἱεροῦ Πολυκάρπου, τὸν γνήσιον διάδοχον σήμερον πιστοὶ ἐκ πόθου εὐφημήσωμεν, Χρυσόστομον τὸν ἱερομάρτυρα. Καὶ γὰρ οὗτος, καθώς ἐκεῖνος, στερρὸς ὡς βράχος διαμείνας ἐν τῇ καλῇ ὁμολογίᾳ, καὶ πιστὸς γενόμενος μέχρι θανάτου, ἀπολαμβάνει ἐνδόξως τὸν στέφανον τῆς ζωῆς παρὰ Χριστοῦ τοῦ Παντάνακτος· ᾧ καὶ πρεσβεύει ὑπὲρ τοῦ ρυσθῆναι ἡμᾶς ἐξ ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ πάσης περιστάσεως.
17:20 Γ΄ ΣΥΓΧΡΟΝΟΙ ΑΓΙΟΙ
17:49 Ὁσίου Δανιήλ Κατουνακιώτου. Δοξαστικὸν Αἴνων.
Ἦχος πλ. α΄.
Ἀειῤῥύτων σου δακρύων καὶ ἱδρώτων τοῖς χεύμασι τὴν στολὴν τῆς ψυχῆς σου κατελάμπρυνας καὶ σαπφείροις ἀρετῶν ἀσκητικῶν αὐτὴν κατεκόσμησας, Δανιήλ, διακρίσεως ἔσοπτρον· ὡς κρήνη γὰρ ζωήῤῥυτος ἐν Κατουνακίοις ψυχὰς ἀνέψυξας νάμασι νουθεσιῶν σου καὶ διαυγοῦς πολιτείας σου· διὸ νῦν κληρονόμος γενόμενος τῆς ἄνω Βασιλείας Κυρίῳ πρεσβεύεις ἀναψῦξαι τοὺς φλεγομένους τῇ ἁμαρτίᾳ καὶ ἁγιάσαι τοὺς εὐφημοῦντας τὴν ἀεισέβαστον μνήμην σου.
21:31 ΕΠΙΛΟΓΟΣ
22:13 Κοινωνικὸν εἰς μνήμας ἁγίων.
Ἦχος γ΄.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούια.
29:46 Κοινὸν Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς τῆς Σμύρνης ἁγίους δεῦτε πάντες ὑμνήσωμεν, τοὺς τῶν θαυμασίων ἐργάτας καὶ προμάχους τῆς πίστεως· Πολύκαρπον, Βουκόλον, Φωτεινήν, Χρυσόστομον καὶ Δῆμον, Δανιήλ, ἅμα τε πᾶσαν χορείαν θεοειδῆ, συμφώνως ἀνακράζοντες· δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι δι’ ὑμῶν τὸ μέγα ἔλεος.