filmov
tv
Δεκαπενταύγουστος 2018-Παναγία Σουμελά

Показать описание
Θεαρχίῳ νεύµατι, πάντοθεν οἱ
θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν µεταρσίως
αἰρόµενοι.
Καταλαβόντες τὸ πανάχραντον, καὶ
ζωαρχικόν σου σκῆνος, ἐξόχως ἠσπάζοντο.
Αἱ δὲ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάµεις,
σὺν τῷ οἰκείῳ Δεσπότῃ παραγενόµεναι.
Τὸ θεοδόχον καὶ ἀκραιφνέστατον
σῶµα προπέµπουσι, τῷ δέει κρατούµεναι,
ὑπερκοσµίως δὲ προῴχοντο, καὶ ἀοράτως
ἐβόων, ταῖς ἀνωτέραις ταξιαρχίαις· ἰδοὺ ἡ
παντάνασσα θεόπαις παραγέγονεν.
Ἄρατε πύλας, καὶ ταύτην ὑπερκοσµίως
ὑποδέξασθε, τὴν τοῦ ἀενάου φωτὸς
Μητέρα.
Διὰ ταύτης γὰρ ἡ παγγενὴς τῶν βροτῶν
σωτηρία γέγονεν, ᾗ ἀτενίζειν οὐκ ἰσχύοµεν,
καὶ ταύτῃ ἄξιον γέρας ἀπονέµειν ἀδύνατον.
Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει
πᾶσαν ἔννοιαν
Διὸ ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ
Βασιλεῖ, καὶ τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς,
περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης
προσβολῆς ἐναντίας τὴν νεολαίαν σου· τὴν
γὰρ σὴν προστασίαν κεκτήµεθα.
Εἰς τοὺς αἰῶνας, ἀγλαοφανῶς
µακαρίζοντες.
θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν µεταρσίως
αἰρόµενοι.
Καταλαβόντες τὸ πανάχραντον, καὶ
ζωαρχικόν σου σκῆνος, ἐξόχως ἠσπάζοντο.
Αἱ δὲ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάµεις,
σὺν τῷ οἰκείῳ Δεσπότῃ παραγενόµεναι.
Τὸ θεοδόχον καὶ ἀκραιφνέστατον
σῶµα προπέµπουσι, τῷ δέει κρατούµεναι,
ὑπερκοσµίως δὲ προῴχοντο, καὶ ἀοράτως
ἐβόων, ταῖς ἀνωτέραις ταξιαρχίαις· ἰδοὺ ἡ
παντάνασσα θεόπαις παραγέγονεν.
Ἄρατε πύλας, καὶ ταύτην ὑπερκοσµίως
ὑποδέξασθε, τὴν τοῦ ἀενάου φωτὸς
Μητέρα.
Διὰ ταύτης γὰρ ἡ παγγενὴς τῶν βροτῶν
σωτηρία γέγονεν, ᾗ ἀτενίζειν οὐκ ἰσχύοµεν,
καὶ ταύτῃ ἄξιον γέρας ἀπονέµειν ἀδύνατον.
Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει
πᾶσαν ἔννοιαν
Διὸ ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ
Βασιλεῖ, καὶ τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς,
περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης
προσβολῆς ἐναντίας τὴν νεολαίαν σου· τὴν
γὰρ σὴν προστασίαν κεκτήµεθα.
Εἰς τοὺς αἰῶνας, ἀγλαοφανῶς
µακαρίζοντες.