ΣΤΙΧ. ΠΡΟΣΟΜΟΙΑ ΑΓ. ΓΡΗΓΟΡ. ΠΑΛΑΜΑ - ΔΟΞΑ. Η ΓΡΗΓΟΡΟΣ ΓΛΩΣΣΑ ΣΟΥ - Ψάλλει ἡ Γερόντισσα Μαριάμ

preview_player
Показать описание

Рекомендации по теме
Комментарии
Автор

Τὴν μακαρίαν ἐν κόσμῳ, ζωὴν διήνυσας, καὶ νῦν τῶν μακαρίων, συνευφραίνῃ τοῖς δήμοις, καὶ γῆν τὴν τῶν πραέων ὡς πρᾶος οἰκεῖς, Ἱεράρχα Γρηγόριε, χάριν θαυμάτων πλουτεῖς δὲ παρὰ Θεοῦ, ἣν παρέχεις τοῖς τιμῶσί σε.

Ὀρθοδοξίας τὰ δόγματα κατεφύτευσας, κακοδοξίας μάκαρ, ἐκτεμῶν τὰς ἀκάνθας, καὶ πίστεως τὸν σπόρον πληθύνας καλῶς, τῇ ἐπομβρίᾳ τῶν λόγων σου, ἑκατοστεύοντα στάχυν ὡς πρακτικός, γεωργὸς, Θεῷ προσήνεγκας.

Ἡ γρήγορος γλῶσσά σου πρὸς διδασκαλίαν, ἐν τοῖς ὠσὶ τῶν καρδιῶν ἐνηχοῦσα τὰς τῶν ῥαθύμων ψυχὰς διανίστησι, καὶ θεοφθόγγοις λόγοις σου κλῖμαξ εὑρίσκεται, τοὺς ἐκ γῆς πρὸς Θεὸν ἀναφέρουσα· διὸ Γρηγόριε, Θετταλίας τὸ θαῦμα, μὴ παύσῃ πρεσβεύων Χριστῷ φωτισθῆναι τῷ θείῳ φωτὶ τοὺς τιμῶντάς σε

georgiosstaikos