filmov
tv
Κράτησε στην αγκαλιά σου την εικόνα της Παναγίας

Показать описание
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνη τοῦ Ἰωσήφ σπουδῇ ἐπέστη ὁ Ἀσώματος, λέγων τη Ἀπειρογάμω: ὁ κλινας τη καταβάσει τοὺς οὐρανούς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε!
ΣΤΑΣΙΣ Α'
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, δι΄ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι΄ ἧς ἡ ἀρὰ ἐκλείψει·
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις·
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς·
Χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα·
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως·
Χαῖρε, δι΄ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι΄ ἧς βρεφουργειται ο Κτίστης·
Χαῖρε, νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πως λέγεις; κράζων· Ἀλληλούϊα.
Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι. πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω·
Χαῖρε͵ βουλῆς ἀπορρήτου μύστις͵ χαῖρε͵ σιγῇ δεομένων πίστις·
Χαῖρε͵ τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον͵ χαῖρε͵ τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον·
Χαῖρε͵ κλῖμαξ ἐπουράνιε͵ δι΄ ἧς κατέβη ὁ Θεός· χαῖρε͵ γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν·
Χαῖρε͵ τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε͵ τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα·
Χαῖρε͵ τὸ φῶς ἀρρήτως γεννήσασα· χαῖρε͵ τὸ πῶς μηδένα διδάξασα·
Χαῖρε͵ σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε͵ πιστῶν καταυγάζουσα φρένας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα
Ἔχουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε͵ βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε͵ καρποῦ ἀκηράτου κτῆμα·
Χαῖρε͵ γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε͵ φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα·
Χαῖρε͵ ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε͵ τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν·
Χαῖρε͵ ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε͵ ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις·
Χαῖρε͵ δεκτὸν πρεσβείας θυμίαμα· χαῖρε͵ παντὸς τοῦ κόσμου ἐξίλασμα·
Χαῖρε͵ θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε͵ θνητῶν πρὸς Θεὸν παρρησία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν ἄμεμπτε· μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου ἔφη· Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Β'
῎Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα͵ ἣν ὑμνοῦντες εἶπον·
Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε͵ αὐλὴ λογικῶν προβάτων·
Χαῖρε͵ ἀοράτων εχθρῶν ἀμυντήριον· χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον·
Χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι ουρανοῖς·
Χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος·
Χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα· χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα·
Χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν͵ δι΄ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούϊα.
Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν͵ εἰ καὶ δούλου ἔλαβε μορφήν͵ ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·
Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ· χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας·
χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε͵ τῆς Τριάδος τοὺς μύστας φωτίζουσα·
χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε͵ Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν·
χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε͵ ἡ τοῦ βορβόρου. ῥυομένη τῶν ἔργων·
χαῖρε͵ πυρὸς προσκύνησιν παύσασα· χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα·
χαῖρε͵ πιστων ὁδηγὲ σωφροσύνης· χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη·

Комментарии