11. Στιχηρά Ιδιόμελα Λιτής, Αγρυπνία Κοιμήσεως Ι Σιμωνόπετρα - Dormition Vigil I Simonopetra 2021

preview_player
Показать описание
Ιερά Μονή Σίμωνος Πέτρας, Άγιον Όρος
Monastery of Simonos Petra, Mount Athos

Ψάλλει Αγγελικός Χορός Σιμωνόπετρας - Simonopetra Angelic Choir Chanting

Ἦχος β' Ἀνατολίου (0:00)
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

Ὁ αὐτὸς Ἰωάννου (2:08)
Ἡ πανάμωμος νύμφη, καὶ Μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός, ἡ Θεῷ προορισθεῖσα εἰς ἑαυτοῦ κατοίκησιν, τῆς ἀσυγχύτου ἑνώσεως, σήμερον τὴν ἄχραντον ψυχήν, τῷ Ποιητῇ καὶ Θεῷ παρατίθεται, ἣν Ἀσωμάτων δυνάμεις, θεοπρεπῶς ὑποδέχονται, καὶ πρὸς ζωὴν μετατίθεται, ἡ ὄντως μήτηρ τῆς ζωῆς, ἡ λαμπὰς τοῦ ἀπροσίτου φωτός, ἡ σωτηρία τῶν πιστῶν, καὶ ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ' Γερμανοῦ (4:07)
Δεῦτε ἅπαντα τὰ πέρατα τῆς γῆς, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος μακαρίσωμεν· ἐν χερσὶ γὰρ τοῦ Υἱοῦ, τὴν ψυχὴν τὴν ἄμωμον ἐναπέθετο· ὅθεν τῇ Ἁγίᾳ Κοιμήσει αὐτῆς, ὁ κόσμος ἀνεζωοποιήθη, ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς μετὰ τῶν Ἀσωμάτων, καὶ τῶν Ἀποστόλων ἑορτάζων φαιδρῶς.

Δόξα... Ἦχος πλ. α' (6:17)
Θεοφάνους
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τήν, Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐν πᾶσι μὴ χωρουμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σύν' Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.

Καὶ νῦν... Ὁ αὐτὸς (10:23)
ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Photo by ArisK: Simonopetra

Live recording: Aug 15, 2021
© 2021 IMSP
Рекомендации по теме
visit shbcf.ru