ΨΑΛΜΟΣ ν΄ (50) - Κείμενο των Ο΄

preview_player
Показать описание
ΨΑΛΜΟΣ ν΄ (50) - Κείμενο των Ο΄
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ 2 ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ.
3 ΕΛΕΗΣΟΝ με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· 4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. 6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 9 ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 10 ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 13 μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 14 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 15 διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. 16 ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 17 Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 18 ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 19 θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. 20 ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· 21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Рекомендации по теме
Комментарии
Автор

Κύριε Ιησού Χριστέ ελέησον με τον αμαρτωλό και ανάξιων δούλων σου, 🙏🙏🙏🙏🙏

toliosstefanos
Автор

Ελέησον με ο Θεός. Κατά το μέγα έλεος σιυ . Παναγία μου δασκάλεψε το παιδί μου Χριστέ μου ...❤

IreneManiadi
Автор

Τα λένε, οι γέροντες, εμείς προσευχή, δεν κάνει, κανείς, χαιρετισμούς, τής Παναγίας, μικρό Απόδειπνο, πέντε σε κάθε πόλη, να γινόταν, προσευχή, δεν θα είχαμε, σεισμούς, πολέμους, , και φτώχια, αλλά, διαβάζουμε τα πάντα, εκτός

ΓιωργοςΧαμετης-κχ
Автор

❤ Κύριε Ιησού Χριστέ
Ελέησον με κατά την Μέγα Έλεος σού!!!!

irinadragneva
Автор

Θεέ μου συχωρεσε με και φωτησε με να κάνω το σωστό αμην

ΚαλλιοπηΠερδικεα
Автор

Αμήν χίλιες δόξες Παναγία μου αμήν ευχαριστώ

elenitsiouma
Автор

Κύριε Ιησού Χριστέ Υιέ Του Θεού Ελέησον με την Αμαρτωλοι Αμήν Παναγία μου ☦️

ΑντωνιαΜιχαηλ-τσ
Автор

Κύριε Ιησού Χριστέ ο Θεός ελέησον ημάς!

miramira
Автор

ΝΑΙ ΚΑΙ ΑΜΉΝ ΚΎΡΙΕ ΙΗΣΟΎ ΧΡΙΣΤΕ ΕΛΈΗΣΟΝ ΜΕ!

ElisavetRapti
Автор

ΨΑΛΜΟΣ ν΄ : 19 θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

monomaxos