22 Νοεμβρίου 2020Όσιος Ιάκωβος (Τσαλίκης), ο Θεοφόρος, καθηγούμενος της Ιεράς Μονής Οσίου Δαυΐδ

preview_player
Показать описание
Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα, σὲ παραστάτην, ἡ πολύφημος νῆσος Εὐβοίας, καὶ τοῦ ὁσίου Δαυΐδ ἐπαγάλλεται, ἡ θεία Μάνδρα τὸν τάφον σου ἔχουσα, θεοχαρίτωτε πάτερ Ἰάκωβε, σὺ γὰρ χάριτας, βλυστάνεις ἡμῖν ἑκάστοτε, ὡς ῥεῦμα Παρακλήτου ἀνεπίσχετον.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐβοίας τὸν ἔφορον, καὶ κοινοβίου Δαυΐδ, σεπτὸν προεξάρχοντα, καὶ τοῦ λαοῦ ποδηγόν, Ἰάκωβον ὅσιον, δεῦτε ἐν εὐφροσύνῃ, καταστέψωμεν ὕμνοις, οὗτος γὰρ ἐντυγχάνει, τῷ Χριστῷ ὑπὲρ πάντων, παρέχει δὲ τοῖς ἀνθρώποις, χάριν καὶ ἔλεος.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν ὁσίων Πατέρων τὰ κατορθώματα, ἐν ἐσχάτοις τοῖς χρόνοις ζηλώσας ἅγιε, ἀνεδείχθης μιμητὴς τούτων Ἰάκωβε, ἐν τῇ μάνδρᾳ τοῦ Δαυΐδ, τοῦ προστάτου σου σεμνέ, ποιμάνας ταύτην ἐνθέως, διὸ σὺν τούτῳ μὴ παύσῃ, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Λαμπρυνθεὶς τοῦ Δεσπότου ταπεινώσει, Ἰάκωβε, κάλλος ἐνεδύθης ἀρχαῖον, κα­ταυγάσας τὴν Εὔβοιαν. Διὸ συλλειτουργῶν τοῖς Χερουβείμ, ὡράθης Ἐκκλησίας χαρμονή, σὺν Δαβὶδ καὶ Ἰωάννῃ, ἱλαστικῶς φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰ­άματα.

Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὸν σεμνὸν ἡγούμενον, τῶν μοναζόντων Πατέρων, καὶ Δαυῒδ διάδοχον, ἐν τῇ Μονῇ τῆς Εὐβοίας, λάμψαντα, καθάπερ ἄστρον ἐν Ἐκκλησίᾳ, λόγοις τε καὶ εὐσεβεῖ βιοτῇ ἐν πίστει, ἐπαινοῦμεν ἐκβοῶντες, χαίροις θεόφρον Ἰάκωβε ὅσιε.

Κάθισμα
Ἦχος δ΄.Κατεπλάγη Ἰωσήφ.
Ἐν μοναῖς εὐωχηθείς, ἔνθα ἡ πέτρα τῆς ζωῆς, εὐχαριστίας ἱλαρά, ὤφθης πηγὴ θεοπρεπής, ἀναβλυστάνων χαρίσματα ἰαμάτων. Θεῑον γὰρ Δαβίδ, ἔχων συνόμιλον, ἔθραυσας σατάν, τὰ μηχανήματα. Τῆς Θεοτόκου διόπερ ἀπήλαυσας, τὰς ἀντιλήψεις θεότιμε, πιστοῖς παρέχων, πταισμάτων λύσιν, παντελεῆμον Ἰάκωβε.

Ἕτερον Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Χειρί σου εὐαγεῖ, ἐν ἡμέρᾳ ἐξόδου, ηὐλόγησας σεπτῶς, τὴν ἁγίαν σου ποίμνην, δεικνὺς τῆς θεώσεως, ἀπειρόφωτον εὔκλειαν· ὅθεν σήμερον, ὑμνολογοῦμεν ἀξίως, τῶν καμάτων σου, τὴν θεοδώρητον χάριν, Ἰάκωβε ἔνδοξε.

Ἕτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Θησαυρίζων πενίαν θεοτερπῆ, τῶν ἀγγέλων ἐπέγνως τὴν χαρμονήν, τὰς ὕβρεις δεχόμενος, ὡσεὶ ὄλβον πολύτιμον· καὶ γὰρ ζηλώσας τοῦ κτίστου, τρυφὴν τῆς κε­νώσεως, τοῦ δολίου τὰς πάγας, εὐτόνως συνέτριψας. Ὅθεν θεηγόρε, τῶν δαιμόνωνἐκφεύγεις, τὴν ῥύμην Ἰάκωβε, παντευχίᾳ τῇ κρείττονι, Χαραλάμπους θεόφρονος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς εὐφημοῦσι, τὴν πάντιμον μνήμην σου.

Ὁ Οἶκος
Βίβλος ἐγγεγραμμένη, τῷ δακτύλῳ τοῦ Λόγου, ὡράθης, ὦ Ἰάκωβε μάκαρ· τῆς Τριάδος καὶ γὰρ ἐπιγνούς, εὐδοκίαν θείαν εἰς χαρὰν ἄληκτον, εἰσέδυσας αἰνούμενος, χορῷ τῶν Σεραφεὶμ μελπόντων·

Χαῖρε, τὸ ἅρμα δοξολογίας· χαῖρε, ὁ κόλαφος ἀπειθείας.
Χαῖρε, εὐσπλαγχνίας ὡραῖον κατάλυμα· χαῖρε, τῆς Εὐβοίας εὐήρατον βλάστημα.
Χαῖρε, ἄρτος θεοτήρητος πανδαισίας μυστικῆς· χαῖρε, σκεῦος θεοδώρητον θεωρίας νηπτικῆς.
Χαῖρε, οὐρανοδρόμος χελιδὼν ξενιτείας· χαῖρε, τῆς Ἐκκλησίας παντευχία ἁγία.
Χαῖρε, ὁ γνοὺς ἀγνώστως τὸν ἄναρχον· χαῖρε, τοῦ Λόγου λάρυγξ ὁ ἥδιστος.
Χαῖρε, εἰς ὕψος ἀρθεὶςθεωρίας· χαῖρε, ἐκκύπτων ἐμῇ τῇ καρδίᾳ·

Μεγαλυνάριον
Χαίροις τῆς Εὐβοίας ὁ στολισμός, καὶ ποιμὴν τῆς Μάνδρας, τοῦ ὁσίου πατρὸς Δαυΐδ. Χαίροις ὀρθοδόξων, ὁ βοηθὸς ἐν πᾶσι, Ἰάκωβε παμμάκαρ, ἡμῶν τὸ καύχημα.

Ἕτερον Μεγαλυνάριον
Χαίροις, ἰαμάτων ὁ ποταμός, εὐχαῖς σου ἀρδεύων, πᾶσαν κτίσιν ἱλαστικῶς, Ἰάκωβε θεόφρον, Εὐβοίας ὁ κοσμήτωρ, Δαβίδ τε θεοφόρου, θεῖος συνέκδημος.για περισοτερα ΕΔΩ
Рекомендации по теме