Φ. Κετσετζης - Μεγάλη Πέμπτη - Αντιφωνα Ι’-ΙΒ’ (1994)

preview_player
Показать описание
Ἀντίφωνον Ι'
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, γυμνὸς εἰς κρίσιν ἵστατο, καὶ ἐν σιαγόνι, ῥάπισμα ἐδέξατο, ὑπὸ χειρῶν ὧν ἔπλασεν, ὁ δὲ παράνομος λαός, τῷ σταυρῷ προσήλωσε, τὸν Κύριον τῆς δόξης, τότε τὸ καταπέτασμα τοῦ Ναοῦ ἐσχίσθη, ὁ ἥλιος ἐσκότασε, μὴ φέρων θεάσασθαι, Θεὸν ὑβριζόμενον, ὃν τρέμει τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

Ὁ μαθητὴς ἠρνήσατο, ὁ Λῃστὴς ἐβόησε· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Εἰρήνευσον τὸν Κόσμον, ὁ ἐκ Παρθένου καταδεξάμενος Κύριε, σάρκα φορέσαι ὑπὲρ δούλων, ἵνα συμφώνως, σὲ δοξολογοῦμεν φιλάνθρωπε.

Ἀντίφωνον ΙΑ' Ἦχος πλ. β'
Ἀντὶ ἀγαθῶν, ὧν ἐποίησας Χριστέ, τῷ γένει τῶν Ἑβραίων σταυρωθῆναί σε κατεδίκασαν, ὄξος καὶ χολήν σε ποτίσαντες. Ἀλλὰ δὸς αὐτοῖς Κύριε κατὰ τὰ ἔργα αὐτῶν, ὅτι οὐ συνῆκαν, τὴν σὴν συγκατάβασιν.

Ἐπὶ τῇ προδοσίᾳ οὐκ ἠρκέσθησαν Χριστὲ τὰ γένη τῶν Ἑβραίων, ἀλλ' ἐκίνουν τὰς κεφαλὰς αὐτῶν, μυκτηρισμὸν καὶ χλεύην προσάγοντες. Ἀλλὰ δὸς αὐτοῖς Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, ὅτι κενά, κατὰ σοῦ ἐμελέτησαν.

Οὔτε γῆ ὡς ἐσείσθη, οὔτε πέτραι ὡς ἐρράγησαν, Ἑβραίους ἔπεισαν, οὔτε τοῦ Ναοῦ τὸ καταπέτασμα, οὔτε τῶν νεκρῶν ἡ ἀνάστασις. Ἀλλὰ δὸς αὐτοῖς Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, ὅτι κενά, κατὰ σοῦ ἐμελέτησαν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως, σὲ ἀνυμνοῦντες μεγαλύνομεν.

Ἀντίφωνον ΙΒ' Ἦχος πλ. δ'
Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις· Λαός μου τί ἐποίησά σοι, ἢ τί σοι παρηνώχλησα; τοὺς τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα, ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην. Λαός μου, τί ἐποίησά σοι, καὶ τί μοι ἀνταπέδωκας; ἀντὶ τοῦ μάννα χολήν, ἀντὶ τοῦ ὕδατος ὄξος, ἀντὶ τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώσατε· οὐκέτι στέγω λοιπόν, καλέσω μου τὰ ἔθνη, κᾀκεῖνα με δοξάσουσι, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, κᾀγὼ αὐτοῖς δωρήσομαι, ζωὴν τὴν αἰώνιον.

Σήμερον τοῦ Ναοῦ τὸ καταπέτασμα, εἰς ἔλεγχον ῥήγνυται τῶν παρανόμων· καὶ τὰς ἰδίας ἀκτῖνας, ὁ ἥλιος κρύπτει, Δεσπότην ὁρῶν σταυρούμενον.

Οἱ νομοθέται τοῦ Ἰσραήλ, Ἰουδαῖοι καὶ Φαρισαῖοι, ὁ χορὸς τῶν Ἀποστόλων βοᾷ πρὸς ὑμᾶς. Ἰδε ναός, ὃν ὑμεῖς ἐλύσατε, ἴδε ἀμνός, ὃν ὑμεῖς ἐσταυρώσατε, τάφῳ παρεδώκατε, ἀλλ' ἐξουσίᾳ ἑαυτοῦ ἀνέστη. Μὴ πλανᾶσθε Ἰουδαῖοι· αὐτὸς γάρ ἐστιν ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν ἐρήμῳ θρέψας, αὐτός ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς, καὶ ἡ εἰρήνη τοῦ Κόσμου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε ἡ πύλη τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ πάλιν ἐσφραγισμένην κατέλιπεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κάθισμα Ἦχος πλ. δ'
Ὅτε παρέστης τῷ Καϊάφᾳ ὁ Θεός, καὶ παρεδόθης τῷ Πιλάτῳ ὁ Κριτής, αἱ οὐράνιαι δυνάμεις, ἐκ τοῦ φόβου ἐσαλεύθησαν, τότε δὲ καὶ ὑψώθης ἐπὶ τοῦ ξύλου ἐν μέσῳ δύο λῃστῶν, καὶ ἑλογίσθης μετὰ ἀνόμων ὁ ἀναμάρτητος, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον. Ἀνεξίκακε Κύριε, δόξα σοι.
Рекомендации по теме