Εὐαγγέλιον: Λουκ. ις΄ 19-31 π. Γκίκας Παπαδημητρίου

preview_player
Показать описание
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐ­φ­ραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. 20 πτωχὸς δέ τις ἦν ὀνό­ματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλ­κωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆ­­ναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆ­ναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων­ εἰς τὸν κόλπον Ἀβρα­άμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑ­­πάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶ­πε·­ πάτερ Ἀβραάμ, ἐλέη­σόν με καὶ πέμψον Λάζαρον ἵ­να βά­ψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυ­νῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζω­­ῇ σου, καὶ Λάζαρος ὁ­­­μοίως­ τὰ κακά· νῦν δὲ ὧ­­δε πα­ρακαλεῖται, σὺ δὲ ὀδυ­νᾶ­σαι· 26 καὶ ἐπὶ πᾶσι τούτοις με­ταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μη­δὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς δια­περῶσιν. 27 εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· 28 ἔχω γὰρ πέντε ἀδελ­φούς· ὅπως διαμαρτύρηται­ αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλ­θωσιν εἰς τὸν τόπον τοῦ­τον τῆς βασάνου. 29 λέγει αὐτῷ Ἀβραάμ· ἔ­­χουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐ­τῶν. 30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐ­τούς, μετανοήσουσιν. 31 εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθή­σον­ται.
Рекомендации по теме