filmov
tv
΄΄Τμηθείσῃ τμᾶται, πόντος ἐρυθρός΄΄ Α.΄μέρος, Κανων της Μ. Πέμπτης Α΄Μέρος

Показать описание
Μέλος τονισθέν υπό Αθ. Καραμανη.
Ηχογράφηση Μάρτιος 2017
ᾠδὴ α‘ Ἦχος πλ. β‘ Ὁ Εἱρμὸς
Τμηθείσῃ τμᾶται, πόντος ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ ἀόπλοις γεγονὼς βατός, καὶ πανοπλίταις τάφος. ᾨδὴ δὲ Θεοτερπὴς ἀνεμέλπετο. Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Ἡ πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος σοφία τοῦ Θεοῦ, ᾠ κοδόμησε τὸν οἶκον ἑαυτῆς, ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός, ναὸν γὰρ σωματικὸν περιθέμενος, ἐνδόξως, δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Δόξα Πατρὶ..
Μυσταγωγοῦσα, φίλους ἑαυτῆς, τὴν ψυχοτρόφον ἑτοιμάζει τράπεζαν, ἀμβροσίας δὲ ἡ ὄντως σοφία τοῦ Θεοῦ, κιρνᾷ κρατῆρα πιστοῖς. Προσέλθωμεν εὐσεβῶς καὶ βοήσωμεν. Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Καὶ νῦν…
Ἀκουτισθῶμεν, πάντες οἱ πιστοί, συγκαλουμένης ὑψηλῷ κηρύγματι, τῆς ἀκτίστου καὶ ἐμφύτου σοφίας τοῦ Θεοῦ, βοᾷ γάρ, Γεύσασθε καὶ γνότες, ὅτι χρηστὸς ἐγὼ κράξατε. Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.
ᾠδὴ γ‘ Ὁ Εἱρμὸς
Κύριος ὢν πάντων καὶ Κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας σεαυτῷ ἥνωσας, καὶ τὸ Πάσχα, οἷς ἔμελλες θανεῖν, αὐτὸς ὢν σεαυτὸν προετίθης, Φάγετε βοῶν τὸ Σῶμά μου, καὶ
Κύριος ὢν πάντων…
Δόξα Πατρί…
Ῥύσιον παντός, τοῦ βροτείου γένους, τὸ οἰκεῖον Ἀγαθέ, τοὺς σοὺς Μαθητὰς ἐπότισας, εὐφροσύνης ποτήριον πλήσας, αὐτὸς γὰρ σεαυτὸν ἱερούργεις, Πίετε βοῶν τὸ Αἷμά μου, καὶ πίστει στερεωθήσεσθε.
Καὶ νῦν…
Ἄφρων ἀνήρ, ὃς ἐν ὑμῖν προδότης, τοῖς οἰκείοις Μαθηταῖς προέφης, ὁ ἀνεξίκακος, οὐ μὴ γνώσηται ταῦτα, καὶ οὗτος ἀσύνετος ὢν, οὐ μὴ συνήσει, ὅμως ἐν ἐμοὶ μείνατε, καὶ πίστει στερεωθήσεσθε.

Комментарии