ΠΑΣΑΠΝΟΆΡΙΑ ΉΧΟΣ ΒΑΡΎΣ, ΨΑΛΛΕΙ Ο ΠΕΡΙΚΛΉΣ ΗΛ. ΝΤΑΛΙΑΝΗΣ ΘΕΟΛΟΓΟΣ, ΙΕΡΟΨΆΛΤΗΣ

preview_player
Показать описание
ΠΑΣΑΠΝΟΆΡΙΑ ΉΧΟΣ ΒΑΡΎΣ, ΠΕΡΙΚΛΉΣ ΗΛ. ΝΤΑΛΙΑΝΗΣ

Οι Αίνοι. Ήχος Βαρύς'.
Πάσα πνοή αινεσάτω τον Κύριον. Αινείτε τον Κύριον εκ των Ουρανών· αινείτε αυτόν εν τοις υψίστοις· σοι πρέπει ύμνος τω Θεώ.
Αινείτε αυτόν πάντες οι άγγελοι αυτού· αινείτε αυτόν πάσαι αι δυνάμεις αυτού· σοι πρέπει ύμνος τω Θεώ.
Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος βαρὺς
Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά,
εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
ΨΑΛΜΟΣ ΡΝ' (150)
Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἦχος βαρὺς
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος βαρὺς
Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἦχος βαρὺς
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων
ὧν ἀνταπέδωκεν ἡμῖν,
δι' ἡμᾶς Θεὸς ἐν ἀνθρώποις,
διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν,
πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης,
πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης
ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾍδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή,
ἡ Ἀνάστασις διὰ τοὺς πεσόντας, πρὸς ὃν βοήσωμεν,
ὁ Θεὸς ἡμῶν δόξα σοι.
Рекомендации по теме