Ο ΚΑΝΩΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ (Με υπότιτλους)

preview_player
Показать описание
Ο Κανόνας του Ακαθίστου Υμνου
Рекомендации по теме
Комментарии
Автор

» Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται
» πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλί-
» δι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρί-
» ζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (δίς)

Τροπάρια.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, δι᾿ ἧς τῆς Προμήτορος, ἀρὰ λυθήσεται.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις· χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως· χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.

Δόξα.

Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα· τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα· τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως· χαῖρε Ἀπειρόγαμε, κόσμου διάσωσμα.

Καὶ νῦν.

Ἁγνείας θησαύρισμα, χαῖρε, δι᾿ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν· χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον· θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

» Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ
» ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευ-
» ματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου,
» στεφάνων δόξης ἀξίωσον. (δίς)

Τροπάρια.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα· χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς· χαῖρε Ἀμνὰς κυήσασα, Θεοῦ Ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα· χαῖρε θερμὸν ἱλαστήριον.

Δόξα.

Ὄρθρος φαεινὸς χαῖρε, ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον· χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

Καὶ νῦν.

Χαῖρε Πύλη μόνη, ἣν ὁ Λόγος, διώδευσε μόνος, ἡ μοχλούς, καὶ πύλας ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα· χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων Πανύμνητε.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

» Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότη-
» τος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρ-
» θεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς
» κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Τροπάρια.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐν φωναῖς ᾀσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε· Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι· χαῖρε λυχνία καὶ στάμνε, μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα· χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι· χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου, πάντας, πρὸς ζωὴν τοὺς ὑμνοῦντάς σε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη, πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

Δόξα.

Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα· ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, Ἀπειρόγαμε, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν.

Καὶ νῦν.

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν, Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.

ΚατερίναΜανίκα-εδ
Автор

ᾨδὴ ε´. Ὁ Εἱρμός.

» Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου·
» σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ
» τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον
» Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βρα-
» βεύοντα.

Τροπάρια.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁδὸν ἡ κυήσασα, ζωῆς, χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον· χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν· χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων, χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης· νέκρωσις ᾍδου, νυμφὼν ὁλόφωτε· χαῖρε τῶν Ἀγγέλων χαρμονή· χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πυρίμορφον ὄχημα, τοῦ Λόγου, χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε, τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον· οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.

Δόξα.

Ῥωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι· Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς· ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

Καὶ νῦν.

Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου, χαῖρε Ἄχραντε· κόχλος ἡ τὸν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε· πάντων πρὸς Θεὸν καταλλαγή, τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

» Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες
» ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε
» τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς
» τεχθέντα Θεὸν δοξάζοντες. (δίς)

Τροπάρια.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα· χαῖρε τῶν Ἀποστόλων τὸ ἐγκαλλώπισμα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα· ὅθεν βοῶμέν σοι· Χαῖρε ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε προεθεάσατο.

Δόξα.

Ἰδού σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι, καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων τοῦ πολεμήτορος.

Καὶ νῦν.

Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι· Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως ἐπισκιάζουσα.

ΚατερίναΜανίκα-εδ
Автор

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

» Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες,
» παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀν-
» δρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑ-
» περύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
» εὐλογητὸς εἶ.

Τροπάρια.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀνυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ· ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα, χαῖρε Θεόνυμφε· ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα· χαῖρε Δέσποινα, δι᾿ ἧς χαρᾶς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε· ὑπὲρ γὰρ τὰ Σεραφίμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν· ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.

Δόξα.

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή· ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς δούλους σου, καταγράψαι Θεοτόκε.

Καὶ νῦν.

Ἱκετεύομεν, οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν· Κλῖνον τὸ οὖς σου, Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.

ᾨδὴ η´. Ὁ Εἱρμός.

» Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς
» Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος·
» νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν,
» ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ
» ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς
» αἰῶνας.

Τροπάρια.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας· γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνή, ᾧ ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα Μυστήριον τοῦ τόκου σου· Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα, μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου· καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα.

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας· εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροί, ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

Καὶ νῦν.

Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι᾿ ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις Παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα τῶν μελῳδούντων Ἁγνή· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

» Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι,
» λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων
» Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυ-
» ριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις
» παμμακάριστε, Θεοτόκε ἁγνή ἀειπάρθενε.

Τροπάρια.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἵνα σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὤφθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι· Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ τὸν μέγαν Ἥλιον· χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή· χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωήν, τὸ ἀνθρώπινον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα· χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν· χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή· χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

Δόξα.

Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε Ἀειπάρθενε· Ὁσίων πάντων χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα· χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

Καὶ νῦν.

Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε κυοφορήσασαν, διὰ μέγα, ἔλεος θελήσαντα, μορφωθῆναι Χριστὲ τὸ ἀλλότριον.

ΚατερίναΜανίκα-εδ
Автор

Υπεραγία Θεοτόκε σώσον ημας! Εχετε τους χαιρετισμους τησ Θεοτοκου??

Stalkeruser-
Автор

🤔🤔🤔🤔

Μύνημα προς τον διαχειριστή του καναλιού...!!

Γιατί δεν έχετε γράψει τους στίχους.;; Να μάθουμε και εμείς να τους ψέλνουν με..; 🤔🤔🤔🤔😥😥😥😥😥

MariaMaria-seec