Καταβασίες Κοιμήσεως Θεοτόκου - Πεποικιλμένη τῇ θείᾳ δόξῃ ( 15 ΑΥΓΟΥΣΤΟΥ )

preview_player
Показать описание
Πεποικιλμένη τῇ θείᾳ δόξῃ… Ἡ δημιουργική… Ῥήσεις προφητῶν καὶ αἰνίγματα… Τὸ θεῖον καὶ ἄρρητον κάλλος… Ἅλιον ποντογενές… Ἰταμῷ θυμῷ τε καὶ πυρί… Φλόγα δροσίζουσαν ὁσίους…

Ψάλλει ο λαμπαδάριος του Ιερού Μητροπολιτικού Ναού Αγ. Κωνσταντίνου και Ελένης Καρδίτσας Θωμάς Βλάχος, μετά του διδασκάλου του π. Γεωργίου Στάμου, Πρωτοπρεσβυτέρου της Ιεράς Μητροπόλεως Θεσσαλιώτιδος και Φαναριοφερσάλων.
μονταζ - επεξεργασία: Θωμάς Καραγεώργος.
Kείμενα: Θωμάς Καραγεώργος.

Ἦχος α'.

Ὠδὴ α'.
Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεής, Παρθένε μνήμη Σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων, τῷ Σῷ ᾄδοντας Μονογενεῖ· Ἐνδόξως ὅτι δεδόξασται.

Ὠδὴ γ'.
Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἶ Ἅγιος, ὁ ἐν Ἁγίοις ἀναπαυόμενος.

Ὠδὴ δ'.
Ῥήσεις προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου Σου, Χριστέ, φέγγος ἀστραπῆς Σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι· καὶ φωνεῖ Σοι ἄβυσσος, ἐν ἀγαλλιάσει· Τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.

Ὠδὴ ε'.
Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν Σου, Χριστέ, διηγήσομαι· ἐξ ἀιδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

Ὠδὴ ς'.
Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς Σου τὶ προεικόνισμα, οὗ Ἰωνᾶς, ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γὰρ ὡς καὶ προὐπέπωτο, ἀσινὴς ἐβόα· Θύσω Σοι μετὰ φωνῆς, αἰνέσεως Κύριε.

Ὠδὴ ζ'.
Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις, ἐν μέσῳ φλογός· Ὁ δεδοξασμένος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η'.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Φλόγα δροσίζουσαν ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγήν, εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου καὶ ζωήν, βλυστάνουσαν τοῖς μέλπουσι· Τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Рекомендации по теме
Комментарии
Автор

Δόξα σοι Κύριε Δόξα σοι..Υπέροχο είναι. ❤🙏

esidika
Автор

ΤΟ ΑΓΑΠΗΜΕΝΟ ΤΡΟΠΑΡΙΟ ΤΟΥ ΜΕΓΑΛΟΥ ΣΚΙΑΘΙΤΗ ΕΙΝΑΙ ΟΝΤΩΣ ΥΠΕΡΟΧΟ ΚΑΙ ΨΑΛΛΕΤΑΙ ΚΑΙ ΠΟΛΥ ΩΡΑΙΑ ΜΠΡΑΒΟ.

dimitrissxoinakis
Автор

Είστε υπεροχοι
Σας ευχαριστούμε για τις μελωδίες που μας έχετε χαρισει

hailaanna
Автор

Τέλεια εκτέλεση. Από που είναι το μουσικό κείμενο? Ευχαριστώ εκ των προτέρων.

michailikonomou