filmov
tv
ΑΙΝΟΙ-ΔΟΞΑΣΤΙΚΟ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΟΣΙΕ ΠΑΤΕΡ

Показать описание
@Ιερόν Ανδρώον Ησυχαστήριον η Αγία Τριάς Θεσσαλονικη Πανοραμα
Ἦχος αʹ. Τῶν οὐρανίων ταγμάτων.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
ᾈσματικῶς συνελθόντες πανηγυρίσωμεν, τὴν μνήμην τὴν ἁγίαν, Νεκταρίου τοῦ Θείου, τοῦ ἄρτι δοξασθέντος παρὰ Χριστοῦ, τῇ τοῦ βίου λαμπρότητι, τῶν ἰαμάτων ταῖς χάρισι θαυμαστῶς, εὐσεβῶν εἰς περιποίησιν.
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἡ τῶν λειψάνων σου θήκη Πάτερ Νεκτάριε, ὡς ἄλλη καθορᾶται, Σιλωὰμ κολυμβήθρα· νοσήματα γὰρ παύει τὰ χαλεπά, καὶ ὑγείαν καὶ λύτρωσιν, τοῖς πρὸς αὐτὴν προσιοῦσι νέμει ἀεί, ἐνεργείᾳ τῇ τοῦ Πνεύματος.
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τίς ἐπαξίως ὑμνήσει τὰς δυναστείας σου, ὦ Ζῳοδότα Σῶτερ; ὅτι δέδωκας ἤδη, στῦλον καὶ ἑδραίωμα ἀῤῥαγές, τῇ σεπτῇ Ἐκκλησίᾳ σου, τὸν θεηγόρον Νεκτάριον ἀληθῶς, τὸν ὁσίως σοι λατρεύσαντα.
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὑπὲρ ὀσμὴν ἀγροῦ πλήρους κατὰ τὴν θείαν φωνήν, ἡ εὐωδία πέλει τῶν σεπτῶν σου λειψάνων, Νεκτάριε τρισμάκαρ τῶν εὐσεβῶν, τὰς αἰσθήσεις εὐφραίνουσα· ὅθεν ἡ Αἴγινα βλέπουσα τὴν ἐν σοί, θείαν χάριν μακαρίζει σε.
Δόξα.
Συμπλήρωμα Μηναίου - - -
Ἦχος πλ. αʹ.
Ὅσιε Πάτερ, μελέτην θείου νόμου, τὸν βίον ποιούμενος, τῶν πάλαι Ἁγίων, τὴν ζωὴν ἐχαρακτήρισας· τὸ γὰρ φρόνημα τῆς σαρκός, ὑποτάξας τῷ πνεύματι, χρηστότητα ἐποίησας, καὶ ὁσιότητα ἠμφιάσω, ὡς Ἱεράρχης θεόσοφος, καὶ τῆς ἀρετῆς ἀληθὴς ἐργάτης· ὅθεν λαμπρῶς παρὰ Θεοῦ ἐδοξάσθης, καὶ ἰαμάτων κρήνη, ἡ τῶν λειψάνων σου σορὸς ἐδείχθη, τῇ τοῦ Παρακλήτου ἐπισκιάσει. Ἀλλ' ὦ Νεκτάριε μακάριε, ῥᾶνον ἐν ταῖς ψυχαῖς ἡμῶν, τὸ νέκταρ τῆς σῆς χάριτος, καὶ πρέσβευε τῷ Κυρίῳ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος.