Αἴτηση καὶ ἀπόλυση

preview_player
Показать описание
Αἴτηση καὶ ἀπόλυση

Ὁ ἱερεύς: Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.
Ὁ χορός: Κύριε, ἐλέησον. (τρίς)
Ὁ ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Μονὴν ταύτην καὶ πᾶσαν Μονήν, πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ᾿ ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός: Κύριε, ἐλέησον. (τεσσαράκοντα, ἀνὰ δέκα ἐναλλάξ, καὶ αὖθις ὁμοίως τρὶς ἐναλλάξ)
Ὁ ἱερεύς: Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός: Κύριε, ἐλέησον. (τρίς)
Ὁ ἱερεύς: Ἐπάκουσον ἡμῶν ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ὁ ἱερεύς: Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὁ ἀναγνώστης: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ἐλέησον. (τρίς) Εὐλόγησον.
Ὁ ἱερεύς: Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, χάριτι καὶ σκέπῃ τῆς Τιμίας καὶ Πανακηράτου αὐτῆς Ἁγίας Ζώνης· ἱκεσίαις τοῦ Τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων ἐνδόξων Θεοστέπτων Βασιλέων καὶ ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης·
τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν καὶ Κτητόρων τῆς Ἁγίας Μονῆς ταύτης Νικολάου, Ἀθανασίου καὶ Ἀντωνίου· καὶ τῶν Ὁσίων Πατέρων ἡμῶν Εὐδοκίμου, Μαξίμου καὶ Ἰωακεὶμ τῶν νεοφανῶν καὶ θαυματουργῶν· καὶ πάντων τῶν ἐν ἀσκήσει καὶ ἀθλήσει διαλαμψάντων ἐν τῇ ἁγίᾳ Μονῇ ταύτῃ καὶ ἐν τῷ Ἁγιωνύμῳ Ὄρει τούτῳ· τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων· ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Credits:
Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
Μουσικὴ, ἐπεξεργασία: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Ἀντιγραφὴ μουσικῶν κειμένων
καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος
Ἐπεξεργασία ἤχου: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου
Ἡ ἠχογράφηση πραγματοποιήθηκε
στὴν Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου τὸν Ἰούνιο τοῦ 2000 ἀπὸ τὸν Νίκο Διονυσόπουλο.

#Pantanassa #IeraMegistiMoniVatopediou #ChoirOfVatopediFathers
Рекомендации по теме