ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΘΑΝΑΤΟΥ

preview_player
Показать описание
Θανάτου, θυμίαμα μάνναν

Κλῦθί μευ, ὃς πάντων θνητῶν οἴηκα κρατύνεις πᾶσι διδοὺς χρόνον ἁγνόν , ὅσων πόρρωθ' ὑπάρχεις σὸς γὰρ ὕπνος ψυχῆς θραύει καὶ σώματος ὁλκόν, ἡνίκ' ἂν ἐκλύηις φύσεως κεκρατημένα δεσμὰ τὸν μακρὸν ζῴοισι φέρων αἰώνιον ὕπνον, κοινὸς μὲν πάντων, ἄδικος δ' ἐνίοισιν ὑπάρχων, ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς ἐν σοὶ γὰρ μούνῳ πάντων τὸ κριθὲν τελεοῦται οὔτε γὰρ εὐχαῖσιν πείθῃ μόνος οὔτε λιταῖσιν. ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν αἰτοῦμαι, θυσίαισι καὶ εὐχωλαῖς λιτανεύων, ὡς ἂν ἔοι γέρας ἐσθλὸν ἐν ἀνθρώποισι τὸ γῆρας.
Рекомендации по теме