ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΠΑΠΑΚΩΝΣΤΑΝΤΙΝΟΥ: ΥΜΝΟΙ ΑΚΟΛΟΥΘΙΑΣ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ (Μ. ΠΕΜΠΤΗΣ ΕΣΠΕΡΑΣ)

preview_player
Показать описание
Αποδίδονται ύμνοι εκ της ακολουθίας των Αχράντων Παθών (Μ. Πέμπτης εσπέρας-Όρθρου Μ. Παρασκευής), από την Μ. Εβδομάδα του Άρχοντος Πρωτοψάλτου της ΜτΧΕ Κωνσταντίνου Πρίγγου.
Ψάλλει ο Κωνσταντίνος Παπακωνσταντίνου
**********************************************************************
1.- Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι.

2.- Δύο καὶ πονηρὰ ἐποίησεν, ὁ πρωτότοκος υἱός μου Ἰσραήλ, ἐμὲ ἐγκατέλιπε, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξεν ἑαυτῷ φρέαρ συντετριμμένον, ἐμὲ ἐπὶ ξύλου ἐσταύρωσε, τὸν δὲ Βαραββᾶν ᾐτήσατο, καὶ ἀπέλυσεν, ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ὁἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, σὺ δὲἸσραὴλ οὐκ ἐνετράπης, ἀλλὰ θανάτῳ με παρέδωκας. Ἄφες αὐτοῖς Πάτερ ἅγιε, οὐ γὰρ οἴδασι τὶἐποίησαν.

3.- Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός, ἀτιμίαν δι’ ἡμᾶς ὑπέμεινε, τὰς ἀκάνθας ἡ κεφαλή, ἡ ὄψις τὰ ἐμπτύσματα, αἱ σιαγόνες τὰ ῥαπίσματα, τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει, τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας. Ὁ νῶτος τὴν φραγγέλωσιν, καὶ ἡ χεὶρ τὸν κάλαμον, αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ, τὰ ἄρθρα τοὺς ἥλους, καὶ ἡ πλευρὰ τὴν λόγχην. Ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶν ἐλευθερώσας ἡμᾶς. Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶ ἀνυψώσας ἡμᾶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

4.- Ἐπὶ ξύλου βλέπουσα, κρεμάμενον Χριστέ, σὲ τὸν πάντων Κτίστην καὶ Θεόν, ἡ σὲ ἀσπόρως τεκοῦσα, ἐβόα, πικρῶς. Υἱέ μου, ποῦ τὸ κάλλος ἔδυ τῆς μορφῆς σου; οὐ φέρω καθορᾶν σε, ἀδίκως σταυρούμενον, σπεῦσον οὖν ἀνάστηθι, ὅπως ἴδω κἀγώ, σοῦ τὴν ἐκ νεκρῶν, τριήμερον ἐξανάστασιν.

5.- Ἤδη βάπτεται κάλαμος ἀποφάσεως, παρὰ κριτῶν ἀδίκων, καὶ Ἰησοῦς δικάζεται, καὶ κατακρίνεται σταυρῷ, καὶ πάσχει ἡ Κτίσις, ἐν σταυρῷ καθορῶσα τὸν Κύριον. Ἀλλ’ ὁ φύσει σώματος δι’ ἐμὲ πάσχων, ἀγαθὲ Κύριε δόξα σοι.
Рекомендации по теме