filmov
tv
Ετοίμη η καρδία μου - Βρούζος Ιωάννης

Показать описание
Εκλογή σε ήχο πλάγιο του Α´ εναρμόνιο.
Από το βιβλίο Ψαλτήριον Τερπνόν της Ιεράς Μονής Σίμωνος Πέτρας του Αγίου Όρους.
Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. Ἀλληλούϊα.
Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ἀλληλούϊα.
Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Ἀλληλούϊα.
Ἐγὼ δὲ ᾄσομαι ἐν τῇ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωΐ τὸ ἔλεός σου. Ἀλληλούϊα.
Βοηθός μου εἶ, σοὶ ψαλῶ, ὅτι σύ, ὁ Θεός, ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου, τὸ ἔλεός μου. Ἀλληλούϊα.
Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπει τῶν πτερύγων σου. Ἀλληλούϊα.
Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Ἀλληλούϊα.
Προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, καὶ ὑψωθήσεται, ὁ Θεός. Ἀλληλούϊα.
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ἀλληλούϊα.
Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. Ἀλληλούϊα.
Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσομαί σε, ἰδοὺ ἔγνων ὅτι Θεός μου εἶ σύ. Ἀλληλούϊα.
Ἐπὶ τῷ Θεῷ αἰνέσω ρῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον. Ἀλληλούϊα.
Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου, τοῦ εὐαρεστῆσαι ἐνώπιον Κυρίου, ἐν φωτὶ ζώντων. Ἀλληλούϊα.
Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα. Ἀλληλούϊα.
Комментарии