ΕΠΙ ΣΟΙ ΧΑΙΡΕΙ, ΚΕΧΑΡΙΤΩΜΕΝΗ, ΠΑΣΑ Η ΚΤΙΣΙΣ, ΑΓΓΕΛΩΝ ΤΟ ΣΥΣΤΗΜΑ ΚΑΙ ΑΝΘΡΩΠΩΝ ΤΟ ΓΕΝΟΣ, ΗΓΙΑΣΜΕΝΕ ...

preview_player
Показать описание
Ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεὸς ἐσαρκώθη καὶ παιδίον γέγονεν ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ Σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν Σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα Σοι.

Θεοτόκε Παρθένε, χαίρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά Σοῦ. εὐλογημένη, Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου, ὅτι Σωτήρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
Рекомендации по теме