filmov
tv
Δοξαστικό Εσπερινού Οσίου Παϊσίου| Ελλάς- Ορθοδοξία

Показать описание
Δοξαστικό του Εσπερινού της μνήμης του οσίου Παϊσίου. Ψάλλουν οι πατέρες του κελιού αγ. Ιωάννου του Θεολόγου Σκήτης Κουτλουμουσίου.
Ἦχος πλ.α ́.
̓Ανέτειλε σήμερον ἡμῖν φωταυγὴς ἑορτή, τὰς καρδίας ἡμῶν φαιδρύνουσα καὶ τὸν νοῦν πρὸς οὐρανὸν ἀναβιβάζουσα· ἄνθρωπος γὰρ οὐράνιος καὶ ἐπίγειος ἄγγελος ἑορτάζεται, ὁ θεόφρων Παΐσιος. Οὗτος διάγων ἐπὶ γῆς, ὡς ἐν οὐρανῷ ἐπολιτεύετο, οὐδόλως περὶ τῶν γηΐνων μεριμνῶν ἀλλὰ τοῦ Κυρίου ἀεὶ κατατρυφῶν καὶ τῷ φωτὶ Αὐτοῦ περιπατῶν· διὰ νηστείας καθαρᾶς ἄρτον Ἀγγέλων ἐδέξατο, διὰ προσευχῆς ἀδιαλείπτου τὴν καρδίαν οὐρανὸν ἐποίησεν· ἀναβάσεις δὲ θείας ἀναβὰς ὁ μακάριος, σὺν τοῖς Ἀγγέλοις ἀνέμελπε τὴν ἱερὰν δοξολογίαν. Ἅπαντες οὖν πανευλαβῶς βοήσωμεν αὐτῷ· Ἰσάγγελε Παΐσιε, ποίησον ἡμᾶς μετόχους τῆς ἀλήκτου λαμπρότητος ταῖς πρὸς Κύριον πρεσβείαις σου.