Ι Ν ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΠΡΑΣΙΝΟΥ ΛΟΦΟΥ-ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΤΡΙΤΗ ΕΥΧΗ ΓΟΝΥΚΛΙΣΙΑΣ 4 6 2023.

preview_player
Показать описание
ἀενάως βρύουσα ζωτικὴ καὶ φωτιστικὴ πηγή, ἡ συναΐδιος τοῦ
Πατρὸς δημιουργικὴ δύναμις, ὁ πᾶσαν τὴν οἰκονομίαν, διὰ τὴν τῶν
βροτῶν σωτηρίαν, ὑπερκάλλως πληρώσας, Χριστέ, ὁ Θεὸς ἡμῶν· ὁ
θανάτου δεσμοὺς ἀλύτους, καὶ κλεῖθρα ᾅδου διαρρήξας, πονηρῶν
δὲ πνευμάτων πλήθη καταπατήσας· ὁ προσαγαγὼν σεαυτὸν ἄμω-
μον ὑπὲρ ἡμῶν ἱερεῖον, τὸ σῶμα δοὺς τὸ ἄχραντον εἰς θυσίαν, τὸ
πάσης ἁμαρτίας ἄψαυστόν τε καὶ ἄβατον, καὶ διὰ τῆς φρικτῆς ταύ-
της, καὶ ἀνεκδιηγήτου ἱερουργίας, ζωὴν ἡμῖν αἰώνιον χαρισάμενος·
ὁ εἰς ᾅδου καταβάς, καὶ μοχλοὺς αἰωνίους συντρίψας, καὶ τοῖς κά-
τω καθημένοις ἄνοδον ὑποδείξας· τὸν δὲ ἀρχέκακον καὶ βύθιον
δράκοντα, θεοσόφῳ δελεάσματι ἀγκιστρεύσας, καὶ σειραῖς ζόφου
δεσμεύσας ἐν ταρτάρῳ, καὶ πυρὶ ἀσβέστῳ, καὶ σκότῳ ἐξωτέρῳ, διὰ
τῆς ἀπειροδυνάμου σου κατασφαλισάμενος ἰσχύος· ἡ μεγαλώνυ-
μος σοφία τοῦ Πατρός· ὁ τοῖς ἐπηρεαζομένοις μέγας ἐπίκουρος φα-
νείς, καὶ φωτίσας τοὺς ἐν σκότει, καὶ σκιᾷ θανάτου καθημένους·
Σύ, δόξης ἀενάου Κύριε, καὶ Πατρὸς ὑψίστου Υἱὲ ἀγαπητέ· ἀΐδιον
φῶς, ἐξ ἀϊδίου φωτός· Ἥλιε δικαιοσύνης, ἐπάκουσον ἡμῶν δεομέ-
νων σου, καὶ ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, τῶν προκε-
κοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, καὶ τῶν λοιπῶν συγγε-
νῶν κατὰ σάρκα, καὶ πάντων τῶν οἰκείων τῆς πίστεως, περὶ ὧν καὶ
τὴν μνήμην ποιούμεθα νῦν· ὅτι ἐν σοὶ πάντων τὸ κράτος, καὶ ἐν τῇ
χειρί σου κατέχεις πάντα τὰ πέρατα τῆς γῆς. Δέσποτα παντοκρά-
τορ, Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, γένους θνητοῦ τε καὶ ἀ-
θανάτου, καὶ πάσης φύσεως ἀνθρωπίνης δημιουργέ, συνισταμένης
τε καὶ πάλιν λυομένης, ζωῆς τε καὶ τελευτῆς, τῆς ἐνταῦθα διαγω-
γῆς, καὶ τῆς ἐκεῖθεν μεταστάσεως· ὁ χρόνους μετρῶν τοῖς ζῶσι, καὶ
καιροὺς θανάτου ἱστῶν, κατάγων εἰς ᾍδου καὶ ἀνάγων, δεσμεύων
ἐν ἀσθενείᾳ, καὶ ἀπολύων ἐν δυναστείᾳ· ὁ τὰ παρόντα χρησίμως
οἰκονομῶν, καὶ τὰ μέλλοντα λυσιτελῶς διοικῶν· ὁ τοὺς θανάτου
κέντρῳ πληγέντας, ἀναστάσεως ἐλπίσι ζωογονῶν. Αὐτὸς Δέσποτα
τῶν ἁπάντων, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περά-
των τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὁ καὶ ἐν ταύτῃ τῇ ἐσχά-
τῃ, καὶ μεγάλῃ καὶ σωτηρίῳ ἡμέρᾳ τῆς Πεντηκοστῆς, τὸ μυστήριον
Κυριακή της Πεντηκοστής
τῆς ἁγίας, καὶ ὁμοουσίου, καὶ συναϊδίου, καὶ ἀδιαιρέτου, καὶ ἀσυγ-
χύτου Τριάδος ὑποδείξας ἡμῖν, καὶ τὴν ἐπιφοίτησιν καὶ παρουσίαν
τοῦ ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος, ἐν εἴδει πυρίνων γλωσ-
σῶν, ἐπὶ τοὺς ἁγίους σου Ἀποστόλους ἐκχέας, καὶ εὐαγγελιστὰς
αὐτοὺς θέμενος τῆς εὐσεβοῦς ἡμῶν πίστεως, καὶ ὁμολογητὰς καὶ
κήρυκας τῆς ἀληθοῦς ἀναδείξας θεολογίας.
)))) καὶ ἐν αὐτῇ τῇ παντελείῳ ἑορτῇ καὶ σωτηριώδει, ἱλασμοὺς ἱ-
κεσίους, ὑπὲρ τῶν κατεχομένων ἐν ᾅδῃ, καταξιώσας δέχεσθαι, με-
γάλας τε παρέχων ἡμῖν ἐλπίδας, ἄνεσιν τοῖς κατοιχομένοις τῶν
κατεχόντων αὐτοὺς ἀνιαρῶν, καὶ παραψυχὴν παρὰ σοῦ καταπέ-
μπεσθαι. Ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν, καὶ οἰκτρῶν δεομένων
σου· καὶ ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου τῶν προκεκοιμη-
μένων, ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως,
ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη, καὶ στεναγμός· καὶ κατάταξον τὰ
πνεύματα αὐτῶν ἐν σκηναῖς Δικαίων, καὶ εἰρήνης καὶ ἀνέσεως ἀ-
ξίωσον αὐτούς· ὅτι οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ οἱ ἐν ᾍδῃ
ἐξομολόγησιν παρρησιάζονται προσφέρειν σοι, ἀλλ ̓ ἡμεῖς οἱ ζῶ-
ντες εὐλογοῦμέν σε καὶ ἱκετεύομεν, καὶ τὰς ἱλαστηρίους εὐχὰς καὶ
θυσίας προσάγομέν σοι ὑπὲρ τῶν ψυχῶν αὐτῶν.
)))) Θεὸς ὁ μέγας καὶ αἰώνιος, ὁ ἅγιος καὶ φιλάνθρωπος, ὁ κατα-
ξιώσας ἡμᾶς καὶ ἐν ταύτῃ τῇ ὥρᾳ στῆναι ἐνώπιον τῆς ἀπροσίτου
σου δόξης, εἰς ὕμνον καὶ αἶνον τῶν θαυμασίων σου, ἱλάσθητι ἡμῖν
τοῖς ἀναξίοις δούλοις σου· καὶ παράσχου χάριν, τοῦ μετὰ συντε-
τριμμένης καρδίας ἀμετεωρίστως προσενεγκεῖν σοι τὴν τρισάγιον
δοξολογίαν, καὶ τὴν εὐχαριστίαν τῶν μεγάλων σου δωρεῶν, ὧν ἐ-
ποίησας καὶ ποιεῖς πάντοτε εἰς ἡμᾶς.
ΜΜΜΜνήσθητι, Κύριε, τῆς ἀσθενείας ἡμῶν, καὶ μὴ συναπολέσῃς ἡμᾶς
ταῖς ἀνομίαις ἡμῶν, ἀλλὰ ποίησον μέγα ἔλεος μετὰ τῆς ταπεινώ-
σεως ἡμῶν· ἵνα, τὸ τῆς ἁμαρτίας σκότος διαφυγόντες, ἐν ἡμέρᾳ δι-
καιοσύνης περιπατήσωμεν· καὶ ἐνδυσάμενοι τὰ ὅπλα τοῦ φωτός, ἀ-
νεπιβουλεύτως διατελέσωμεν ἀπὸ πάσης ἐπηρείας τοῦ πονηροῦ,
Κυριακή της Πεντηκοστής
Рекомендации по теме