Ι Ν ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΠΡΑΣΙΝΟΥ ΛΟΦΟΥ-ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΠΡΩΤΗ ΕΥΧΗ ΓΟΝΥΚΛΙΣΙΑΣ 4 6 2023.

preview_player
Показать описание
Πρώτη Ευχή Γονυκλισίας.
Αχραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀνεξιχνίαστε,
ἀναλλοίωτε, ἀνυπέρβλητε, ἀμέτρητε, ἀνεξίκακε Κύριε· ὁ μόνος ἔ-
χων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὁ ποιήσας τὸν οὐρανόν, καὶ
τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ δημιουργηθέντα ἐν αὐ-
τοῖς· ὁ πρὸ τοῦ αἰτεῖσθαι τοῖς πᾶσι τὰς αἰτήσεις παρέχων· Σοῦ δεό-
μεθα καὶ σὲ παρακαλοῦμεν, Δέσποτα φιλάνθρωπε, τὸν Πατέρα τοῦ
Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δι ̓ ἡμᾶς
τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντος ἐκ
τῶν οὐρανῶν, καὶ σαρκωθέντος ἐκ Πνεύματος ἁγίου, καὶ Μαρίας
τῆς ἀειπαρθένου, καὶ ἐνδόξου Θεοτόκου· ὃς πρότερον μὲν λόγοις
διδάσκων, ὕστερον δὲ καὶ ἔργοις ὑποδεικνύς, ἡνίκα τὸ σωτήριον ὑ-
φίστατο πάθος, παρέσχεν ἡμῖν ὑπογραμμὸν τοῖς ταπεινοῖς, καὶ ἁ-
μαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, δεήσεις προσφέρειν ἐν αὐχέ-
νος καὶ γονάτων κλίσεσιν, ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων, καὶ τῶν
τοῦ λαοῦ ἀγνοημάτων. Αὐτὸς οὖν, πολυέλεε καὶ φιλάνθρωπε, ἐπά-
κουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε· ἐξαιρέτως δέ, ἐν τῇ
ἡμέρᾳ ταύτῃ τῆς Πεντηκοστῆς, ἐν ᾗ, μετὰ τὸ ἀναληφθῆναι τὸν Κύ-
ριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανούς, καὶ καθεσθῆναι ἐν
δεξιᾷ σοῦ, τοῦ Θεοῦ καὶ Πατρός, κατέπεμψε τὸ ἅγιον Πνεῦμα ἐπὶ
τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους· ὃ καὶ ἐκάθισεν ἐφ ̓ ἕ-
να ἕκαστον αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες τῆς ἀκενώτου χάρι-
τος αὐτοῦ, καὶ ἐλάλησαν ἑτέραις γλώσσαις τὰ μεγαλεῖά σου, καὶ
προεφήτευσαν.
ΝΝΝΝῦν οὖν δεομένων ἐπάκουσον ἡμῶν, καὶ μνήσθητι ἡμῶν τῶν
ταπεινῶν, καὶ κατακρίτων, καὶ ἐπίστρεψον τὴν αἰχμαλωσίαν τῶν
ψυχῶν ἡμῶν, τὴν οἰκείαν συμπάθειαν ἔχων ὑπὲρ ἡμῶν πρεσβεύου-
σαν. Δέξαι ἡμᾶς προσπίπτοντάς σοι, καὶ βοῶντας τό, Ἡμάρτομεν.
Κυριακή της Πεντηκοστής
Ἐπὶ σὲ ἐπερρίφημεν ἐκ μήτρας ἀπὸ γαστρὸς μητρὸς ἡμῶν, Θεὸς ἡ-
μῶν σὺ εἶ· ἀλλ ̓ ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, γεγυ-
μνώμεθα τῆς σῆς βοηθείας, ἐστερήμεθα ἀπὸ πάσης ἀπολογίας. Ἀλ-
λὰ θαρροῦντες τοῖς οἰκτιρμοῖς σου, κράζομεν· Ἁμαρτίας νεότητος
ἡμῶν, καὶ ἀγνοίας μὴ μνησθῇς, καὶ ἐκ τῶν κρυφίων ἡμῶν καθάρι-
σον ἡμᾶς. Μὴ ἀπορρίψῃς ἡμᾶς εἰς καιρὸν γήρως· ἐν τῷ ἐκλείπειν
τὴν ἰσχὺν ἡμῶν, μὴ ἐγκαταλίπῃς ἡμᾶς· πρὶν ἡμᾶς εἰς τὴν γῆν ἀπο-
στρέψαι, ἀξίωσον πρὸς σὲ ἐπιστρέψαι, καὶ πρόσχες ἡμῖν ἐν εὐμενείᾳ
καὶ χάριτι. Ἐπιμέτρησον τὰς ἀνομίας ἡμῶν τοῖς οἰκτιρμοῖς σου· ἀ-
ντίθες τὴν ἄβυσσον τῶν οἰκτιρμῶν σου, τῷ πλήθει τῶν πλημμελη-
μάτων ἡμῶν. Ἐπίβλεψον ἐξ ὕψους ἁγίου σου, Κύριε, ἐπὶ τὸν λαόν
σου τὸν περιεστῶτα, καὶ ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔ-
λεος· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου· ρῦσαι ἡμᾶς ἐκ τῆς κα-
ταδυναστείας τοῦ Διαβόλου· ἀσφάλισαι τὴν ζωὴν ἡμῶν τοῖς ἁγίοις
καὶ ἱεροῖς νόμοις σου. Ἀγγέλῳ πιστῷ φύλακι παρακατάθου τὸν λα-
όν σου· πάντας ἡμᾶς συνάγαγε εἰς τὴν βασιλείαν σου· δὸς συγ-
γνώμην τοῖς ἐλπίζουσιν ἐπὶ σέ· ἄφες αὐτοῖς καὶ ἡμῖν τὰ ἁμαρτήμα-
τα· καθάρισον ἡμᾶς τῇ ἐνεργείᾳ τοῦ Ἁγίου σου Πνεύματος· διάλυ-
σον τὰς καθ ̓ ἡμῶν μηχανὰς τοῦ ἐχθροῦ.
ΕΕΕΕὐλογητὸς εἶ, Κύριε, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡ-
μέραν τῷ φωτὶ τῷ ἡλιακῷ καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς
τοῦ πυρός· ὁ τὸ μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας καὶ
προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός, ἐπάκουσον τῆς δεήσεως ἡμῶν
καὶ παντὸς τοῦ λαοῦ σου· καὶ πᾶσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια
καὶ τὰ ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκε-
σίας καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν
σου ἐπὶ τὴν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις Ἀγγέλοις σου·
ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνης σου· περιχαράκωσον ἡμᾶς τῇ ἀ-
ληθείᾳ σου· φρούρησον ἡμᾶς τῇ δυνάμει σου· ρῦσαι ἡμᾶς ἐκ πάσης
περιστάσεως, καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. Παράσχου δὲ
ἡμῖν καὶ τὴν παροῦσαν ἑσπέραν, σὺν τῇ ἐπερχομένῃ νυκτί, τελείαν,
ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ
πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου,
καὶ πάντων τῶν Ἁγίων τῶν ἀπ ̓ αἰῶνός σοι εὐαρεστησάντων.
Рекомендации по теме