filmov
tv
Ι Ν ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΠΡΑΣΙΝΟΥ ΛΟΦΟΥ-ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΔΕΥΤΕΡΗ ΕΥΧΗ ΓΟΝΥΚΛΙΣΙΑΣ 4 6 2023.

Показать описание
∆εύτερη Ευχή (Γονυκλισίας)
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τὴν σὴν εἰρήνην δεδωκὼς
τοῖς ἀνθρώποις καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεάν, ἔτι τῷ
βίῳ καὶ ἡμῖν συμπαρών, εἰς κληρονομίαν ἀναφαίρετον τοῖς πιστοῖς
ἀεὶ παρέχων, ἐμφανέστερον δὲ ταύτην τὴν χάριν τοῖς σοῖς μαθη-
ταῖς καὶ Ἀποστόλοις σήμερον καταπέμψας, καὶ τὰ τούτων χείλη
πυρίναις στομώσας γλώσσαις, δι ̓ ὧν πᾶν γένος ἀνθρώπων τὴν
θεογνωσίαν, ἰδίᾳ διαλέκτῳ, εἰς ἀκοὴν ὠτίου δεξάμενοι, φωτὶ τοῦ
Πνεύματος ἐφωτίσθημεν, καὶ τῆς πλάνης ὡς ἐκ σκότους ἀπηλλά-
γημεν, καὶ τῇ τῶν αἰσθητῶν καὶ πυρίνων γλωσσῶν διανομῇ, καὶ ὑ-
περφυεῖ ἐνεργείᾳ, τὴν εἰς σὲ πίστιν ἐμαθητεύθημεν, καὶ σὲ θεολο-
γεῖν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ἐν μιᾷ Θεότητι, καὶ δυ-
νάμει, καὶ ἐξουσίᾳ κατηυγάσθημεν.
ΣΣΣΣὺ οὖν τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ τῆς οὐσίας καὶ τῆς φύ-
σεως αὐτοῦ ἀπαράλλακτος καὶ ἀμετακίνητος χαρακτήρ, ἡ πηγὴ
τῆς σωτηρίας καὶ τῆς χάριτος, διάνοιξον κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὰ
χείλη, καὶ δίδαξόν με πῶς δεῖ, καὶ ὑπὲρ ὧν χρὴ προσεύχεσθαι. Σὺ
γὰρ εἶ, ὁ γινώσκων τὸ πολὺ τῶν ἁμαρτιῶν μου πλῆθος, ἀλλ ̓ ἡ σὴ
εὐσπλαγχνία νικήσει τούτων τὸ ἄμετρον· ἰδοὺ γὰρ φόβῳ παρίστα-
μαί σοι, εἰς τὸ πέλαγος τοῦ ἐλέους σου τὴν ἀπόγνωσιν ἀπορρίψας
τῆς ψυχῆς μου. Κυβέρνησόν μου τὴν ζωήν, ὁ πᾶσαν ρήματι τὴν κτί-
σιν ἀρρήτῳ σοφίας δυνάμει κυβερνῶν, ὁ εὔδιος τῶν χειμαζομένων
λιμήν, καὶ γνώρισόν μοι ὁδόν, ἐν ᾗ πορεύσομαι.
ΠΠΠΠνεῦμα σοφίας σου τοῖς ἐμοῖς παράσχου διαλογισμοῖς, Πνεῦμα
συνέσεως τῇ ἀφροσύνῃ μου δωρούμενος· Πνεῦμα φόβου σου τοῖς ἐ-
μοῖς ἐπισκίασον ἔργοις· καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκά-
τοις μου· καὶ Πνεύματι ἡγεμονικῷ τὸ τῆς διανοίας μου στήριξον ὀ-
λισθηρόν· ἵνα καθ ̓ ἑκάστην ἡμέραν, τῷ Πνεύματί σου τῷ ἀγαθῷ,
πρὸς τὸ συμφέρον ὁδηγούμενος, καταξιωθῶ ποιεῖν τὰς ἐντολάς
σου, καὶ τῆς σῆς ἀεὶ μνημονεύειν ἐνδόξου, καὶ ἐρευνητικῆς τῶν πε-
πραγμένων ἡμῖν παρουσίας· καὶ μὴ παρίδῃς με τοῖς φθειρομένοις
τοῦ κόσμου ἐναπατᾶσθαι τερπνοῖς, ἀλλὰ τῶν μελλόντων ὀρέγε-
σθαι τῆς ἀπολαύσεως ἐνίσχυσον θησαυρῶν. Σὺ γὰρ εἶπας, Δέσπο-
Κυριακή της Πεντηκοστής
τα, ὅτι περ, ὅσα ἄν τις αἰτήσηται ἐν τῷ ὀνόματί σου, ἀκωλύτως πα-
ρὰ τοῦ σοῦ λαμβάνει συναϊδίου Θεοῦ καὶ Πατρός.
∆∆∆∆ιὸ κἀγὼ ὁ ἁμαρτωλός, ἐν τῇ ἐπιφοιτήσει τοῦ ἁγίου σου Πνεύ-
ματος, τὴν σὴν ἱκετεύω ἀγαθότητα· Ὅσα ηὐξάμην, ἀπόδος μοι εἰς
σωτηρίαν. Ναί, Κύριε, ὁ πάσης εὐεργεσίας πλουσιοπάροχος δοτὴρ
ἀγαθός· ὅτι σὺ εἶ ὁ διδοὺς ὑπερεκπερισσοῦ, ὧν αἰτούμεθα. Σὺ εἶ ὁ
συμπαθής, ὁ ἐλεήμων, ὁ ἀναμαρτήτως γεγονὼς τῆς σαρκὸς ἡμῶν
κοινωνός, καὶ τοῖς κάμπτουσι πρὸς σὲ γόνυ, ἐπικαμπτόμενος φιλευ-
σπλάγχνως, ἱλασμός τε γενόμενος τῶν ἁμαρτιῶν ἡμῶν. Δὸς δή,
Κύριε, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου· ἐπάκουσον ἡμῶν ἐξ οὐρα-
νοῦ ἁγίου σου· ἁγίασον αὐτοὺς τῇ δυνάμει τῆς σωτηρίου δεξιᾶς
σου· σκέπασον αὐτοὺς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου· μὴ παρίδῃς
τὰ ἔργα τῶν χειρῶν σου· Σοὶ μόνῳ ἁμαρτάνομεν, ἀλλὰ καὶ σοὶ μό-
νῳ λατρεύομεν· οὐκ οἴδαμεν προσκυνεῖν θεῷ ἀλλοτρίῳ, οὐδὲ δια-
πετάζειν πρὸς ἕτερον θεὸν τὰς ἑαυτῶν, Δέσποτα, χεῖρας. Ἄφες ἡ-
μῖν τὰ παραπτώματα· καὶ προσδεχόμενος ἡμῶν τὰς γονυπετεῖς
δεήσεις, ἔκτεινον πᾶσιν ἡμῖν χεῖρα βοηθείας· πρόσδεξαι τὴν εὐχὴν
πάντων, ὡς θυμίαμα δεκτόν, ἀναλαμβανόμενον ἐνώπιον τῆς σῆς
ὑπεραγάθου βασιλείας.
ΚΚΚΚύριε, Κύριε, ὁ ρυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου
ἡμέρας, ρῦσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπο-
ρευομένου. Πρόσδεξαι θυσίαν ἑσπερινήν, τὰς τῶν χειρῶν ἡμῶν ἐ-
πάρσεις. Καταξίωσον δὲ ἡμᾶς, καὶ τὸ νυκτερινὸν στάδιον ἀμέ-
μπτως διελθεῖν, ἀπειράστους κακῶν· καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πά-
σης ταραχῆς καὶ δειλίας, τῆς ἐκ τοῦ Διαβόλου ἡμῖν προσγινομένης.
Χάρισαι ταῖς ψυχαῖς ἡμῶν κατάνυξιν, καὶ τοῖς λογισμοῖς ἡμῶν μέ-
ριμναν, τῆς ἐν τῇ φοβερᾷ καὶ δικαίᾳ σου κρίσει ἐξετάσεως. Καθή-
λωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ νέκρωσον τὰ μέλη
ἡμῶν τὰ ἐπὶ τῆς γῆς· ἵνα, καὶ ἐν τῇ καθ ̓ ὕπνον ἡσυχίᾳ, ἐμφαιδρυ-
νώμεθα τῇ θεωρίᾳ τῶν κριμάτων σου. Ἀπόστησον δὲ ἀφ ̓ ἡμῶν πᾶ-
σαν φαντασίαν ἀπρεπῆ, καὶ ἐπιθυμίαν βλαβεράν. Διανάστησον δὲ
ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει, καὶ
προκόπτοντας ἐν τοῖς παραγγέλμασί σου.