Σήμερον κρεμάται επί ξύλου - Γέροντας Εφραίμ Αριζόνας

preview_player
Показать описание
Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς.Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις.Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.Ἥλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ.Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.

Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός,
ἀτιμίαν δι’ ἡμᾶς ὑπέμεινε, τὰς ἀκάνθας ἡ κεφαλή, ἡ ὄψις τὰ ἐμπτύσματα, αἱ σιαγόνες τὰ ῥαπίσματα, τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει, τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας. Ὁ νῶτος τὴν φραγγέλωσιν, καὶ ἡ χεὶρ τὸν κάλαμον, αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ, τὰ ἄρθρα τοὺς ἥλους, καὶ ἡ πλευρὰ τὴν λόγχην. Ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶν ἐλευθερώσας ἡμᾶς. Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶ ἀνυψώσας ἡμᾶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Ψάλλει ο Μακαριστός Γέροντας Εφραίμ της Αριζόνας
Рекомендации по теме
Комментарии
Автор

Τις πρεσβείες του Αγίου γέροντα Εφραίμ του Αριζονιτη να έχουμε.

ΔΗΜΗΤΡΗΣΚΑΠΕΛΗΣ