Χαιρετισμοί της Υπεραγίας Θεοτόκου - Β Στάση

preview_player
Показать описание
Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα͵ ἣν ὑμνοῦντες εἶπον·

Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε͵ αὐλὴ λογικῶν προβάτων·
Χαῖρε͵ ἀοράτων εχθρῶν ἀμυντήριον· χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον·
Χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι ουρανοῖς·
Χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος·
Χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα· χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα·
Χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν͵ δι΄ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούϊα.

Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν͵ εἰ καὶ δούλου ἔλαβε μορφήν͵ ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·

Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ· χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας·
χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε͵ τῆς Τριάδος τοὺς μύστας φωτίζουσα·
χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε͵ Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν·
χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε͵ ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων·
χαῖρε͵ πυρὸς προσκύνησιν παύσασα· χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα·
χαῖρε͵ πιστων ὁδηγὲ σωφροσύνης· χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα͵ ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν͵ ἀφέντες τὸν Ἡρώδη ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης͵ Σωτήρ͵ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες εβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε͵ ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε͵ κατάπτωσις τῶν δαιμόνων·
Χαῖρε͵ τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε͵ τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα·
Χαῖρε͵ θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε͵ πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν·
Χαῖρε͵ πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε͵ σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης·
Χαῖρε͵ τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε͵ τρυφῆς ἁγίας διάκονε·
Χαῖρε͵ ἡ γῆ ἡ τῆς ἐπαγγελίας· χαῖρε͵ ἐξ ἧς ῥέει μέλι καὶ γάλα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος͵ ἐπεδόθης ὡς βρέφος αὐτῷ͵ ἀλλ΄ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· Ἀλληλούϊα.
Рекомендации по теме