70 απόγνωση

preview_player
Показать описание
Ψαλμὸς Ο´ (ΟΑ´) - 70
Γιὰ ἐγκαταλελειμμένους ἀνθρώπους, ποὺ γίνονται βαρετοὶ
ἀπὸ φθόνο τοῦ διαβόλου καὶ ἔρχονται σὲ ἀπόγνωση, γιὰ νὰ βροῦν ἔλεος ἀπὸ τὸν Θεὸ καὶ περίθαλψη.
1. Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. 2. ἐν τῇ δικαιοσύνῃ σου ρῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με. 3. γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτι στερέωμά μου καὶ κατα- φυγή μου εἶ σύ. 4. ὁ Θεός μου, ρῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος· 5. ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε· Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου. 6. ἐπὶ σὲ ἐπεστη- ρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπα- στής· ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός· 7. ὡσεὶ τέρας ἐγενήθην ἐν πολλοῖς, καὶ σὺ βοηθός μου κραταιός. 8. πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. 9. μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. 10. ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσα- ντο ἐπὶ τὸ αὐτὸ 11. λέγοντες· ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· κατα- διώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ρυόμενος. 12. ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ’ ἐμοῦ· ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες. 13. αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλ- λοντες τὴν ψυχήν μου, περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι. 14. ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σὲ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. 15. τὸ στόμα μου ἀναγγε- λεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων γραμματείας. 16. εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. 17. ὁ Θεός μου, ἃ ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. 18. καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ, 19. τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου, ὁ Θεός, τῶν ὑψίστων ἃ ἐποίησάς μοι μεγαλεῖα· ὁ Θεός, τίς ὅμοιός σοι; 20. ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀνή- γαγές με. 21. ἐπλεόνασας ἐπ’ ἐμὲ τὴν μεγαλωσύνην σου καὶ ἐπι- στρέψας παρεκάλεσάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. 22. καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύ- ριε, ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός· ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ. 23. ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. 24. ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι
Рекомендации по теме