42 απελευθέρωση από φυλακές εχθρού

preview_player
Показать описание
Ψαλμὸς ΜΒ´ (ΜΓ´) - 42
Γιὰ νὰ ἐλευθερωθοῦν οἱ αἰχμάλωτοι ἀπὸ τὶς φυλακὲς τοῦ
ἐχθρικοῦ ἔθνους.
1. Κρῖνόν με, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους
οὐχ ὁσίου· ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ρῦσαί με. 2. ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου· ἱνατί ἀπώσω με; καὶ ἱνατί σκυθρωπά- ζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; 3. ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγα- γόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. 4. καὶ εἰσε- λεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεὸς ὁ Θεός μου. 5. ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συ- νταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. (Δ)