146 υγείας σιαγόνων και δοντιών

preview_player
Показать описание
Ψαλμὸς ΡΜΣΤ´ (ΡΜΖ´) - 146
Γιὰ νὰ θεραπεύσει ὁ Θεὸς τοὺς ἀνθρώπους, ποὺ ἔχουν κτυπηθεῖ καὶ πληγωθεῖ στὶς σιαγόνες ἀπὸ κακοὺς ἀνθρώπους.
1. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. 2. οἰκοδομῶν Ἰερουσαλὴμ ὁ Κύριος, τὰς δια- σπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει, 3. ὁ ἰώμενος τοὺς συντετριμμέ- νους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν, 4. ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. 5. μέ- γας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. 6. ἀναλαμβάνων πρᾳεῖς ὁ Κύριος, τα- πεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς. 7. ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ 8. τῷ περιβάλλο- ντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξα- νατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώ- πων. 9. διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. 10. οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ· 11. εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν πᾶσι τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.