filmov
tv
Ι.Ν ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΠΡΑΣΙΝΟΥ ΛΟΦΟΥ-Ε' ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ-21/4/2024

Показать описание
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύ-
ριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν
οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ
Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγε-
λοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ
δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς
κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται
πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, ἐσφραγισμένου τοῦ
τάφου ὑπὸ τῶν παρανόμων,
προῆλθες ἐκ τοῦ μνήματος, καθὼς
ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ
ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ
ἀσώματοί σου Ἄγγελοι, οὐκ ἤσθο-
ντο πότε ἀνέστης, οἱ φυλάσσοντές
σε στρατιῶται, ἀμφότερα γὰρ
ἐσφράγισται τοὶς ἐρευνῶσι, πε-
φανέρωται δὲ τὰ θαύματα, τοὶς
προσκυνοῦσιν, ἐν πίστει τὸ μυ-
στήριον, ὁ ἀνυμνοῦσιν, ἀπόδος
ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα
ἔλεος.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς
Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε, τοὺς μοχλοὺς τοὺς
αἰωνίους συντρίψας, καὶ δεσμὰ
διαρρήξας, τοῦ μνήματος ἀνέστης,
καταλιπῶν σου τὰ ἐντάφια, εἰς
μαρτύριον τῆς ἀληθοῦς τριημέρου
ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γα-
λιλαία, ὁ ἐν σπηλαίῳ τηρούμενος.
Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε
Σωτήρ, ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυ-
ναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
Κύριε, αἱ Γυναῖκες ἕδραμον ἐπὶ
τῶ μνῆμα, τοῦ ἰδεῖν σὲ τὸν Χρι-
στόν, τὸν δι' ἠμας παθόντα, καὶ
προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ
τὸν λίθον καθήμενον, τῶ φόβω κυ-
λισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε
λέγων, Ἀνέστη ὁ Κύριος, εἴπατε
τοὶς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νε-
κρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλ-
πιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφρα-
γισμένου τοῦ τάφου, οὕτως
εἰσῆλθες καὶ τῶν θυρῶν κεκλει-
σμένων, πρὸς τοὺς μαθητάς σου,
δεικνύων αὐτοῖς τὰ τοῦ σώματος
πάθη, ἅπερ κατεδέξω Σωτὴρ μα-
κροθυμήσας, ὡς ἐκ σπέρματος
Δαυϊδ, μώλωπας ὑπήνεγκας, ὡς
Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευ-
θέρωσας. Μέγα σου τὸ ἔλεος,
ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
Ὅλην ἀποθέμενοι
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ
καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς
καὶ ὀργάνῳ
Σὲ μὲν διεκώλυε, τῆς τῶν σε-
πτῶν ἐποπτείας, μολυσμῶν τῶν
πρότερον, τὸ ἐπισυρόμενον
μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ
τῶν σοὶ θεόφρον, πεπραγμένων, ἡ
συνείδησις, τὴν πρὸς τὰ κρείττονα,
σοὶ ἐπιστροφὴν ἐνειργάσατο.
Εἰκόνι γὰρ προσβλέψασα, τῆς
εὐλογημένης θεόπαιδος, πάντων
καταγνοῦσα, πταισμάτων σου πα-
νεύφημε τῶν πρίν, ἐν παρρησίᾳ τὸ
τίμιον, Ξύλον προσεκύνησας.
Αἰνεῖτε αὐτὸν ἐν κυμβά-
λοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμ-
βάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.
Σὲ μὲν διεκώλυε, τῆς τῶν σε-
πτῶν ἐποπτείας, μολυσμῶν τῶν
πρότερον, τὸ ἐπισυρόμενον
μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ
τῶν σοὶ θεόφρον, πεπραγμένων, ἡ
συνείδησις, τὴν πρὸς τὰ κρείττονα,
σοὶ ἐπιστροφὴν ἐνειργάσατο.
Εἰκόνι γὰρ προσβλέψασα, τῆς
εὐλογημένης θεόπαιδος, πάντων
καταγνοῦσα, πταισμάτων σου πα-
νεύφημε τῶν πρίν, ἐν παρρησίᾳ τὸ
τίμιον, Ξύλον προσεκύνησας.
Ὑπομένων ὑπέμεινα τὸν
Κύριον, καὶ προσέσχε μοι καὶ
εἰσήκουσε τῆς δεήσεώς μου.
Τόπους προσκυνήσασα, περι-
χαρῶς τοὺς ἁγίους, ἀρετῆς
ἐφόδιον, σωτηριωδέστατον, ἔνθεν
γέγονας, καὶ σφοδρῶς ἕδραμες τὴν
καλὴν πορείαν, καὶ τὸ ῥεῖθρον
ἐκπεράσασα, τὸ Ἰορδάνειον, τὸ
τοῦ Βαπτιστοῦ ἐνδιαίτημα, προ-
θύμως κατεσκήνωσας, καὶ τὴν τῶν
παθῶν ἀγριότητα, διὰ πολιτείας,
ἠμαύρωσας λεπτύνασα σαρκός, ἐν
παρρησίᾳ ἀείμνηστε, Μῆτερ τὰ
οἰδήματα.
Καὶ ἔστησεν ἐπὶ πέτραν
τοὺς πόδας μου καὶ κατηύθυνε τὰ
διαβήματά μου.
Ἔρημον οἰκήσασα, τῶν σῶν πα-
θῶν τὰς εἰκόνας, ἐκ ψυχῆς ἀπήλει-
ψας, τὸ θεοειδέστατον ἐξεικόνι-
σμα, ἐν ψυχῇ γράψασα, ἀρετῶν
ἰδέας, καὶ τοσοῦτον ὑπερέλαμψας,
ὡς καὶ τοῖς ὕδασι κούφως ὑπερ-
βαίνειν μακάριε, καὶ γῆθεν ὑπε-
ραίρεσθαι, ἐν ταῖς πρὸς Θεόν σου
ἐντεύξεσι, καὶ νῦν ἐν παρρησίᾳ,
πανένδοξε Μαρία τῷ Χριστῷ, πα-
ρισταμένη δυσώπησον, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος α'
Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ
βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη
καὶ ἄσκησις, σὺν ἁγιασμῷ· ὅθεν
οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν
αὐτῇ, ἀλλ' ὅσοι τοὺς θησαυρούς
αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθε-
νται. Ταῦτα καὶ Δαυῒδ ὁ Προφήτης
διδάσκει λέγων· Δίκαιος ἀνὴρ ὁ
ἐλεῶν ὅλην τὴν ἡμέραν, ὁ κατα-
τρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ
περιπατῶν ὃς οὐ μὴ προσκόψῃ,
ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν
ἡμῶν γέγραπται ὅπως νηστεύο-
ντες, χρηστότητα ποιήσωμεν, καὶ
δῴη ἡμῖν Κύριος ἀντὶ τῶν ἐπιγείων
τὰ ἐπουράνια.
ριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν
οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ
Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγε-
λοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ
δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς
κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται
πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, ἐσφραγισμένου τοῦ
τάφου ὑπὸ τῶν παρανόμων,
προῆλθες ἐκ τοῦ μνήματος, καθὼς
ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ
ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ
ἀσώματοί σου Ἄγγελοι, οὐκ ἤσθο-
ντο πότε ἀνέστης, οἱ φυλάσσοντές
σε στρατιῶται, ἀμφότερα γὰρ
ἐσφράγισται τοὶς ἐρευνῶσι, πε-
φανέρωται δὲ τὰ θαύματα, τοὶς
προσκυνοῦσιν, ἐν πίστει τὸ μυ-
στήριον, ὁ ἀνυμνοῦσιν, ἀπόδος
ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα
ἔλεος.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς
Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε, τοὺς μοχλοὺς τοὺς
αἰωνίους συντρίψας, καὶ δεσμὰ
διαρρήξας, τοῦ μνήματος ἀνέστης,
καταλιπῶν σου τὰ ἐντάφια, εἰς
μαρτύριον τῆς ἀληθοῦς τριημέρου
ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γα-
λιλαία, ὁ ἐν σπηλαίῳ τηρούμενος.
Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε
Σωτήρ, ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυ-
ναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
Κύριε, αἱ Γυναῖκες ἕδραμον ἐπὶ
τῶ μνῆμα, τοῦ ἰδεῖν σὲ τὸν Χρι-
στόν, τὸν δι' ἠμας παθόντα, καὶ
προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ
τὸν λίθον καθήμενον, τῶ φόβω κυ-
λισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε
λέγων, Ἀνέστη ὁ Κύριος, εἴπατε
τοὶς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νε-
κρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλ-
πιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφρα-
γισμένου τοῦ τάφου, οὕτως
εἰσῆλθες καὶ τῶν θυρῶν κεκλει-
σμένων, πρὸς τοὺς μαθητάς σου,
δεικνύων αὐτοῖς τὰ τοῦ σώματος
πάθη, ἅπερ κατεδέξω Σωτὴρ μα-
κροθυμήσας, ὡς ἐκ σπέρματος
Δαυϊδ, μώλωπας ὑπήνεγκας, ὡς
Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευ-
θέρωσας. Μέγα σου τὸ ἔλεος,
ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
Ὅλην ἀποθέμενοι
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ
καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς
καὶ ὀργάνῳ
Σὲ μὲν διεκώλυε, τῆς τῶν σε-
πτῶν ἐποπτείας, μολυσμῶν τῶν
πρότερον, τὸ ἐπισυρόμενον
μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ
τῶν σοὶ θεόφρον, πεπραγμένων, ἡ
συνείδησις, τὴν πρὸς τὰ κρείττονα,
σοὶ ἐπιστροφὴν ἐνειργάσατο.
Εἰκόνι γὰρ προσβλέψασα, τῆς
εὐλογημένης θεόπαιδος, πάντων
καταγνοῦσα, πταισμάτων σου πα-
νεύφημε τῶν πρίν, ἐν παρρησίᾳ τὸ
τίμιον, Ξύλον προσεκύνησας.
Αἰνεῖτε αὐτὸν ἐν κυμβά-
λοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμ-
βάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.
Σὲ μὲν διεκώλυε, τῆς τῶν σε-
πτῶν ἐποπτείας, μολυσμῶν τῶν
πρότερον, τὸ ἐπισυρόμενον
μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ
τῶν σοὶ θεόφρον, πεπραγμένων, ἡ
συνείδησις, τὴν πρὸς τὰ κρείττονα,
σοὶ ἐπιστροφὴν ἐνειργάσατο.
Εἰκόνι γὰρ προσβλέψασα, τῆς
εὐλογημένης θεόπαιδος, πάντων
καταγνοῦσα, πταισμάτων σου πα-
νεύφημε τῶν πρίν, ἐν παρρησίᾳ τὸ
τίμιον, Ξύλον προσεκύνησας.
Ὑπομένων ὑπέμεινα τὸν
Κύριον, καὶ προσέσχε μοι καὶ
εἰσήκουσε τῆς δεήσεώς μου.
Τόπους προσκυνήσασα, περι-
χαρῶς τοὺς ἁγίους, ἀρετῆς
ἐφόδιον, σωτηριωδέστατον, ἔνθεν
γέγονας, καὶ σφοδρῶς ἕδραμες τὴν
καλὴν πορείαν, καὶ τὸ ῥεῖθρον
ἐκπεράσασα, τὸ Ἰορδάνειον, τὸ
τοῦ Βαπτιστοῦ ἐνδιαίτημα, προ-
θύμως κατεσκήνωσας, καὶ τὴν τῶν
παθῶν ἀγριότητα, διὰ πολιτείας,
ἠμαύρωσας λεπτύνασα σαρκός, ἐν
παρρησίᾳ ἀείμνηστε, Μῆτερ τὰ
οἰδήματα.
Καὶ ἔστησεν ἐπὶ πέτραν
τοὺς πόδας μου καὶ κατηύθυνε τὰ
διαβήματά μου.
Ἔρημον οἰκήσασα, τῶν σῶν πα-
θῶν τὰς εἰκόνας, ἐκ ψυχῆς ἀπήλει-
ψας, τὸ θεοειδέστατον ἐξεικόνι-
σμα, ἐν ψυχῇ γράψασα, ἀρετῶν
ἰδέας, καὶ τοσοῦτον ὑπερέλαμψας,
ὡς καὶ τοῖς ὕδασι κούφως ὑπερ-
βαίνειν μακάριε, καὶ γῆθεν ὑπε-
ραίρεσθαι, ἐν ταῖς πρὸς Θεόν σου
ἐντεύξεσι, καὶ νῦν ἐν παρρησίᾳ,
πανένδοξε Μαρία τῷ Χριστῷ, πα-
ρισταμένη δυσώπησον, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος α'
Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ
βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη
καὶ ἄσκησις, σὺν ἁγιασμῷ· ὅθεν
οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν
αὐτῇ, ἀλλ' ὅσοι τοὺς θησαυρούς
αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθε-
νται. Ταῦτα καὶ Δαυῒδ ὁ Προφήτης
διδάσκει λέγων· Δίκαιος ἀνὴρ ὁ
ἐλεῶν ὅλην τὴν ἡμέραν, ὁ κατα-
τρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ
περιπατῶν ὃς οὐ μὴ προσκόψῃ,
ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν
ἡμῶν γέγραπται ὅπως νηστεύο-
ντες, χρηστότητα ποιήσωμεν, καὶ
δῴη ἡμῖν Κύριος ἀντὶ τῶν ἐπιγείων
τὰ ἐπουράνια.