filmov
tv
143 θεία καταπράυνση αναστατωμένου λαού μη γίνει εμφύλιος

Показать описание
Ψαλμὸς ΡΜΓ´ (ΡΜΔ´) - 143
Γιὰ νὰ καταπραΰνει ὁ Θεὸς τὸν ἀναστατωμένο λαό, νὰ μὴν
γίνει ἐμφύλιος πόλεμος.
1. Εὐλογητὸς Κύριος ὁ Θεός μου ὁ διδάσκων τὰς χεῖράς μου
εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· 2. ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ρύστης μου, ὑπερασπιστής μου, καὶ ἐπ’ αὐτῷ ἤλπισα, ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ’ ἐμέ. 3. Κύριε, τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτῷ; 4. ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι. 5. Κύριε, κλῖνον οὐρανοὺς καὶ κα- τάβηθι, ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται. 6. ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς. 7. ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ρῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλο- τρίων. 8. ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. 9. ὁ Θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι 10. τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασι- λεῦσι, τῷ λυτρουμένῳ Δαβὶδ τὸν δοῦλον αὐτοῦ ἐκ ρομφαίας πο- νηρᾶς. 11. ρῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. 12. ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν, αἱ θυ- γατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίω- μα ναοῦ, 13. τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο, τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξό- δοις αὐτῶν, 14. οἱ βόες αὐτῶν παχεῖς, οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν, 15. ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαός, οὗ Κύ- ριος ὁ Θεὸς αὐτοῦ.